Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.56
Not analysed yet
γραμμὸν καὶ διὰ τούτων διδοὺς, καὶ τύπον ἑαυτὸν τοῖς τῆς Ἐκκλησίας διδασκάλοις ἀνατιθείς. εἰ γὰρ καὶ μὴ πάντες ὠφελοῖντο τυχὸν ἕνεκά γε τῆς σφῶν αὐτῶν μοχθηρίας, ἀλλ' ἐπείπερ εἰκὸς ἀπόνασθαί τινας τῆς ἐντεῦθεν σπουδῆς, οὐκ ὀκνητέον περὶ τὴν τῶν συμφερόντων ὑφήγησιν. καταχωννῦντες γὰρ ὥσπερ εἰς ἄκαρπον σιωπὴν τὸ δοθὲν ἡμῖν τάλαντον, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος χάριν, κατ' ἐκεῖνον ἐσόμεθα τὸν πονηρὸν οἰκέτην τὸν ἀνέδην λέγοντα τῷ οἰκείῳ δεσπότῃ "Ἤιδειν ὅτι σκληρὸς ἄνθρωπος εἶ, "θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρ"πισας, καὶ φοβηθεὶς κατέχωσα τὸ τάλαντόν σου. ἴδε "ἔχεις τὸ σόν." ἀλλ' εἰς οἷον ὁ οὕτω δειλὸς κατέστρεψε τέλος, καὶ ποίαν ἐξῄτησε δίκην, ἔγνω που πάντως ὁ φιλομαθὴς τοῖς εὐαγγελικοῖς οὐχ ἅπαξ περιτυχὼν συγγράμμασιν. οὐκοῦν ἐκεῖνο διενθυμούμεθα, καὶ σκοπῶμεν ὀρθῶς, ὡς ὄκνου μὲν ἀπηλλάχθαι προσήκει παντὸς, τοῦ πρὸς τὸ χρῆναι διδάσκειν φημὶ, τὸν εἰς τοῦτο προκεχειρισμένον, τρέπεσθαι δὲ πρὸς ὀλιγωρίας οὐδαμῶς, εἰ καὶ μὴ πάντες τοῖς παρ' αὐτοῦ καταπείθωνται λόγοις, χαίροις δὲ μᾶλλον ἐφ' οἷσπερ ἂν ὅλως ἀποκερδαίνοι πονῶν, ἐννοεῖν δὲ καὶ μάλα σωφρόνως ἀκόλουθον τὸ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον "Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ "δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ ἵνα "γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ τῷ δούλῳ ὡς ὁ "κύριος αὐτοῦ." εἰ γὰρ οὐ πάντας ὁ Κύριος πείθει διὰ τὴν τῶν ἀκροωμένων σκαιότητα καὶ σκληροκαρδίαν, τίς ἀσθενοῦντα τὸν παρ' ἡμῶν αἰτιάσεται λόγον, καίτοι προαιρετικὴν ἀπαιτοῦντα καὶ οὐκ ἐξ ἀνάγκης τὴν σύνεσιν;