Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.57
Not analysed yet
Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ. Τρόπον ἀπαιτεῖ τοὺς πιστεύσαντας τὸν ἐρηρεισμένον καὶ πεπήγοτα καὶ ἑτοίμως ἔχοντα πρὸς διαμονὴν τοῦ καθάπαξ αἱρεθέντος αὐτοῖς ἀγαθοῦ. τοῦτο δὲ ἦν ἡ πίστις ἡ εἰς αὐτόν. τὸ γὰρ ἐπαμφοτερίζειν ἀνόητόν τε καὶ ἀκερδὲς ἀποφαίνει παντελῶς, ἐπεὶ καὶ "Ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις "ταῖς ὁδοῖς ἑαυτοῦ," καθὰ γέγραπται. τὸ δὲ ἀπρὶξ ἅπτεσθαι τῶν λυσιτελούντων ἐπείγεσθαι, σοφὸν ὄντως ἐστὶ καὶ ἐπωφελέστατον. ὅσον μὲν οὖν ἧκεν εἰς τὸ νοῆσαι προχείρως, ἐκεῖνό φησιν, ὡς εἴπερ ἂν βούλοιντο τοῖς παρ' αὐτοῦ καταπείθεσθαι λόγοις, τότε δὴ πάντως καὶ αὐτοῦ χρηματιοῦσι μαθηταί. ὅσον δὲ εἰς τὸ συνιέναι τι κεκρυμμένον, ἐκεῖνο δηλοῖ· λέγων γὰρ ὅτι Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, φαίνεταί πως αὐτοὺς ἀγωγῶς τε καὶ πράως διδαγμάτων ἐξέλκων τῶν Μωυσαϊκῶν, καὶ τῆς μὲν τοῦ γράμματος προσεδρείας ἀφιστὰς, οὐκέτι τε τοῖς ἐν τύπῳ λαληθεῖσί τε καὶ πεπραγμένοις προσκεῖσθαι κελεύων, μᾶλλον δὲ τῷ λόγῳ τῷ παρ' αὐτοῦ, ὅπερ ἐστὶν ἐναργῶς τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα. ἐλάλει γὰρ καὶ πάλιν πρὸς ἡμᾶς διὰ τῶν ἁγίων προφητῶν, ἀλλ' ἦσαν οἱ μεσιτεύοντες, οἱ δι' ὧν δηλονότι τοὺς πρὸς ἡμᾶς ἐποιεῖτο λόγους. λόγος δὲ κυρίως αὐτοῦ τὸ εὐαγγελικὸν νοηθήσεται κήρυγμα· οὐ γὰρ δι' ἑτέρου πρὸς ἡμᾶς, ἀλλὰ δι' αὐτοῦ γεγονὸς εὑρίσκομεν· διὰ γάρ τοι τοῦτο καὶ ἐνανθρωπήσας φησίν "Αὐτὸς ὁ λαλῶν πάρειμι." ἐπιμαρτυρήσει δὲ καὶ ὁ Παῦλος λέγων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ "Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς