Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.58
Not analysed yet
"λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτου τῶν "ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ." οὐκοῦν αὐτουργὸς ἡμῖν εἰς διδασκαλίαν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ὁ Υἱός. διά τοι τοῦτο λόγος αὐτοῦ κυρίως ὀνομασθήσεται μάθημα τὸ εὐαγγελικόν. ἦν μὲν γὰρ ἀκόλουθον γυμνότερόν πως καὶ ἀπημφιεσμένως εἰπεῖν Οἱ τὴν πίστιν τὴν εἰς ἐμὲ παραδεδεγμένοι, καὶ ὀψὲ μὲν, ὅμως δ' οὖν ἐπεγνωκότες τὸν ἄνωθεν ὑμῖν διὰ νόμου καὶ προφητῶν κηρυττόμενον, μηκέτι τοῖς διὰ Μωυσέως προσπέπηχθε τύποις, μηδὲ ταῖς κατὰ τὸν νόμον προσεδρεύειν σκιαῖς ἀναπείθεσθε, μηδὲ ἐν ἐκείνοις ὅλως τὴν τῆς σωτηρίας ὁρίζεσθε δύναμιν, ἀλλ' ἐν μαθήμασιν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς εὐαγγελικοῖς καὶ δι' ἐμοῦ κηρύγμασιν· ἀλλ' ἦν οὐκ ἀπεικὸς, μᾶλλον δὲ ἤδη καὶ ἀνενδοιάστως ἔχον, ὡς ἄρτι καὶ μόλις τὴν πίστιν παραδεξάμενοι, σαλευομένην τε καὶ εὐανάτρεπτον εἰς μετάστασιν ἔχοντες τὴν διάνοιαν, οὐκ ἂν τῶν τοιούτων ἀνέσχοντο λόγων, ἀλλ' οὐκ ἂν διεκαρτέρησαν ὅλως ἑτοίμως ἀεὶ πίπτοντες εἰς ὀργὴν, ὡς ὑβριζομένου δὲ διὰ τούτων τοῦ πανσόφου Μωυσέως, καὶ πεμπομένου πρὸς τὸ μηδὲν διὰ τοῦ καταφρονεῖσθαι δι' αὐτοῦ τὰ τοῖς ἀρχαιοτέροις διωρισμένα, πρὸς τὴν οἰκείαν εὐκόλως ἐτράποντο τόλμαν, καὶ τὸ συναγορεύειν ἐκείνῳ μελετῶντες ἀεὶ, παρ' οὐδὲν ἂν ἐποιήσαντο τὸ πιστεύειν ἔτι βούλεσθαι τῷ Χριστῷ. οἰκονομικῶς τοιγαροῦν καὶ ἐπεσκιασμένως ἔτι τοῖς ἑαυτοῦ λόγοις ἀντιδιαστέλλων τὰ Μωυσέως, τουτέστιν, ἀντιπαρεξάγων τῷ νόμῳ τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ πολὺ λίαν ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων τὰ νέα τιθεὶς παιδεύματα Ἐὰν ὑμεῖς φησι μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μου ἐστέ· οἱ γὰρ ὁλοκλήρῳ διαλάμποντες πίστει, καὶ ἀνενδοιάστως εἰς νοῦν τὸ εὐαγγελικὸν παραδεξά-