Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.59
Not analysed yet
μενοι μάθημα, σκιᾶς τε τῆς κατὰ νόμον οὐ σφόδρα φροντίζοντες, μαθηταὶ κατὰ ἀλήθειάν εἰσι τοῦ Χριστοῦ· οἱ δὲ μὴ τοῦτον αὐτὸν προσιόντες τὸν τρόπον ἑαυτοὺς διαπαίζουσι, τὸ εἶναι μαθηταὶ κατὰ ἀλήθειαν οὐκ ἔχοντες, διά τε τοῦτο τῆς σωτηρίας ἐκπεπτωκότες. καὶ γοῦν ὁ μακάριος Παῦλος τοῖς ἐκ νόμου δικαιοῦσθαι μετὰ τὴν πίστιν ἀνοήτως ἐθέλουσι, διαῤῥήδην ἐπιστέλλει "Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵ "τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε." θαυμαστὸν οὖν ἄρα καὶ τίμιον ἡ μονότροπος πίστις, καὶ τὸ ἀκολουθεῖν ἀραρότως βούλεσθαι τῷ Χριστῷ τὰς ἐκ νόμου σκιὰς εἰς τὴν ἐπ' αὐτῷ περιέλκοντας γνῶσιν, καὶ τὰ αἰνιγματωδῶς εἰρημένα πρὸς τὴν πνευματικὴν μεταπλάττοντας παίδευσιν. κηρύττεται γὰρ διὰ νόμου καὶ τῶν προφητῶν τὸ ἐπ' αὐτῷ μυστήριον. Καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ἀμυδρὸς μὲν ἔτι, καὶ οὐ σφόδρα διαφανὴς ὁ λόγος· ὠδίνει δ' οὖν ὅμως ἀδελφὴν τοῖς πρὸ αὐτοῦ τὴν δύναμιν, καὶ διὰ τῶν αὐτῶν ἡμῖν εἶσι θεωρημάτων ἑτεροτρόπως ἐξυφασμένος. ἀποδημεῖν γὰρ καὶ αὐτὸς ἀναπείθει καὶ λοιπὸν ἀπανίστασθαι φιλεῖν τῆς κατὰ νόμον λατρείας τοὺς ἅπαξ πεπιστευκότας· παιδαγωγῶν δὲ ἡγεῖσθαι τὴν σκιὰν εἰς τὴν ἐπ' αὐτῷ γνῶσιν, καὶ τὰ ἐν τύποις ἀφέντας καὶ αἰνίγμασιν, ἐπ' αὐτὴν ἰέναι γοργῶς τὴν ἀλήθειαν, τουτέστι, Χριστὸν τὸν τῆς ἀληθοῦς ἐλευθερίας δοτῆρα καὶ λυτρωτήν. γνώσεσθε τοίνυν φησὶ τὴν ἀλήθειαν τοῖς ἐμοῖς ἐμμένοντες λόγοις, ἀπὸ δὲ τοῦ γνῶναι τὴν ἀλήθειαν τὴν παρ' αὐτῆς ὠφέλειαν εὑρήσετε. καὶ δέχου μοι πάλιν τοιοῦτόν τι λέγοντα πρὸς Ἰουδαίους τὸν Κύριον· ἐκπλατῦναι γὰρ οἶμαι δεῖν καὶ τὸ ἐν τῷ προκειμένῳ θεώρημα, διὰ τὸ τοῖς ἐντευξομένοις λυσιτελοῦν· πικρὰν ἐν Αἰγύπτῳ, φησὶν, ὑπεμείνατε τὴν