Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.60
Not analysed yet
δουλείαν, καὶ μακρὸς ὑμᾶς ἀνήλωσε πόνος τὴν ὑπὸ τῷ Φαραῷ θητείαν εἰσδεδυκότας, ἀλλ' ἐβοήσατε τὸ τηνικάδε πρὸς τὸν Θεὸν, καὶ πρὸς ἔλεον τὸν ἐφ' ὑμῖν κεκινήκατε, ταῖς ἐνούσαις ὑμῖν ἐποιμώζοντες συμφοραῖς ἐξ οὐρανῶν ἐζητεῖτε τὸν λυτρωτήν· ἐπεφοίτων δὲ ὑμῖν παραχρῆμα καὶ τότε, καὶ γῆς μὲν ὑμᾶς τῆς ἀλλοτρίας ἐξέπεμπον, ὠμοτάτης δὲ σφόδρα τυραννίδος ἐξελὼν πρὸς ἐλευθερίαν ἐκάλουν. ἀλλ' ἵνα μανθάνητε τὸν ἐπίκουρον καὶ λυτρωτὴν, κατέγραφον ὑμῖν ἐν προβάτου σφαγῇ τὸ ἐμαυτοῦ μυστήριον, καὶ τὴν δι' αἵματος σωτηρίαν προανατυποῦν ἐκέλευον τότε· διεσώζεσθε γὰρ καταχρίοντες ἑαυτούς τε καὶ τὰς φλιὰς τῷ αἵματι τοῦ ἀμνοῦ. οὐκοῦν ἀπὸ τῶν τύπων ἔξω τὸ βραχὺ πηδήσαντες, ὅταν μανθάνητε τὴν ἀλήθειαν, ἔσεσθε δὴ πάντως καὶ ἀληθῶς ἐλεύθεροι. καὶ ἀμφιβαλέτω, φησὶν, ἐπὶ τούτῳ μηδείς. εἰ γὰρ τοσούτων ὑμῖν ἀγαθῶν ὁ τύπος τότε γέγονε πρόξενος, πῶς οὐχὶ μᾶλλον ἡ ἀλήθεια πλουσιωτέραν ἐπιδίδωσι τὴν χάριν; Τοιαῦτα μὲν δὴ τὸ κωλύον οὐδὲν πρὸς Ἰουδαίους ὑποτοπῆσαι λέγειν τὸν Ἰησοῦν, εἰς πλατεῖαν ἐκτρέχοντος θεωρίαν τοῦ λόγου· εἰκὸς δέ τινα καὶ ἑτέραν ἡμῖν ἐκ τῶν προκειμένων ἀναλάμψαι τὴν διάνοιαν. ὁ νόμος ὁ διὰ Μωυσέως βαπτισμοὺς ἐτύπου καὶ περιῤῥαντήρια, ἀλλὰ καὶ ὅτῳ τυχὸν ἁλῶναι συμβέβηκε καὶ τῷ τῆς ἁμαρτίας βόθρῳ περιολισθεῖν, θύειν ἐκέλευε μόσχον ἢ πρόβατον, οὕτω τε τὰ ἐφ' οἷς ἂν ἕκαστος πλημμελῇ περικόπτειν ἐγκλήματα. ἀλλ' οὐδὲν ἐκεῖνα πρὸς ἀπόνιψιν ἁμαρτίας. οὐ γὰρ ἂν ἐξέλοι ποτὲ τῆς αἰτίας τοὺς κατεγνωσμένους, ἀλλ' οὐδὲ τοῦ κολάζεσθαι δεῖν ἐλευθέρους ἀποφαίνει, τοὺς οἷς ὁ θεῖος πεπάτηται νόμος. τί γὰρ ἂν ὀνήσαι τὸν ἄνθρωπον τὸ βουθυτεῖν πλημμελήσαντα, ἐν δὲ