Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.61
Not analysed yet
τῷ μηλοσφαγεῖν ποῖον ἂν εὕρῃ τις τὸ κέρδος; τί γὰρ χαριεῖται διὰ τούτων οἱονεὶ, ὅσον ἧκεν εἰς τὴν τοῦ νόμου παράβασιν, ὑβρισμένῳ τῷ Θεῷ; αὐτοῦ γὰρ λέγοντος ἄκουσον "Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων "πίωμαι;" πρὸς τούτοις ἔτι πρὸς Ἰουδαίους ἐναργῶς "Τὰ "ὁλοκαυτώματα ὑμῶν κατὰ τῶν θυσιῶν ὑμῶν συναγάγετε "καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας "ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἀλλ' ἢ τὸ ῥῆμα "τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Κρῖμα δίκαιον κρίνατε." οὐκοῦν ἀνόνητος παντελῶς ἡ δι' αἱμάτων προσαγωγὴ, καὶ ἀποπλύνειν οὐκ οἶδε τὴν ἐξ ἁμαρτίας προστετριμμένην ἀνθρώπῳ κηλίδα. πληροφορήσει δὲ πάλιν, ὅταν ἴδῃς αὐτὸν λέγοντα πρὸς τὴν τῶν Ἰουδαίων μητέρα τὴν Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερεμίου "Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου "ἐποίησε βδελύγματα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν "ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;" "Ἀδύνατον "γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας," ὡς ὁ Παῦλός φησιν. ὅτι δὲ ὡς εἰκαίαν μελετῶντες λατρείαν, καὶ τὰς δι' αἱμάτων προσαγωγὰς ἤτοι δωροφορίας ἐπ' οὐδενὶ τῶν χρησίμων ἐπιτελεῖν σπουδάζοντες, τῆς θείας εἰκότως αὐλῆς ἐξεπέμποντο, διδάξει σαφῶς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων "Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· ἐὰν "φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοι ἐστίν." οὐκοῦν οὐκ ἐν ἐκείνοις· τοῖς ἐν νόμῳ διατεταγμένοις φημί· ἡ ἀληθὴς σωτηρία, ἀλλ' οὐδ' ἂν ἕλοιτό τις ἐκεῖθεν τὴν τριπόθητον ἐλευθερίαν, τὴν ἐκ τῆς ἁμαρτίας φημί· ὀλίγον δὲ τῶν τύπων ἀναπηδήσαντες, καὶ τῆς ἐν πνεύματι λατρείας περιαθροῦντες ἤδη τὸ κάλλος, ἐπεγνωκότες τε τὴν ἀλήθειαν, τουτέστι, τὸν Χριστὸν, διὰ τῆς εἰς αὐτὸν πίστεως δικαιού-