Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.62
Not analysed yet
μεθα· δικαιούμενοι δὲ πρὸς ἐλευθερίαν τὴν ἀληθῆ διαβαίνομεν, καταταττόμενοι λοιπὸν οὐκ ἐν δούλοις ἔτι καθάπερ καὶ πρότερον, ἀλλ' ἐν υἱοῖς δηλονότι Θεοῦ. καὶ μαρτυρήσει λέγων ὁ Ἰωάννης περί τε Χριστοῦ καὶ τῶν πιστευόντων εἰς αὐτόν "Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν "τέκνα Θεοῦ γενέσθαι." χρησίμως τοιγαροῦν ὁ Κύριος καὶ Χριστὸς ἡμῶν, τὸ μὲν θαυμάζειν ἔτι τὰς ἐν νόμῳ σκιὰς οὐκ ἐᾷ τοὺς πιστεύοντας εἰς αὐτόν· οὐδὲν γὰρ ἐν ἐκείναις τὸ ὠφελοῦν, ἤτοι τῆς ἀληθοῦς ἐλευθερίας πρόξενον· ἐπιγνῶναι δὲ μᾶλλον ἐπιτάττει τὴν ἀλήθειαν. διὰ ταύτης γὰρ αὐτοὺς ἀραρότως ἐλευθερωθήσεσθαι λέγει, κατὰ τὴν ἐν τοῖς εἰρημένοις δύναμιν. Σπέρμα Ἁβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; Διαγελῶσι πάλιν τοῦ Σωτῆρος ἡμῶν τὴν ὑπόσχεσιν, μᾶλλον δὲ ἤδη καὶ δυσφοροῦσιν ὡς ὑβρισμένοι. τὸ γὰρ ᾧ δουλείας μετέστιν οὐδὲν, πῶς ἂν δέοιτο, φησὶ, τοῦ πρὸς ἐλευθερίαν καλοῦντος ἡμᾶς, καὶ ὡς ἐν προσθήκης μέρει τὸ ἐνυπάρχον ἤδη διδόντος· ἀγνοοῦσι δὲ, καίτοι δοκησισοφεῖν εἰωθότες, ὅτι γέγονε μὲν ὁ προπάτωρ Ἁβραὰμ οὐ πατρὸς ἐπισήμου κατὰ τὸν κόσμον, ἀλλ' οὐδὲ τοῖς ἐν τῷδε τῷ βίῳ θαυμαζομένοις περιφανέστατος, κατελαμπρύνθη δὲ διὰ μόνης τῆς πίστεως τῆς εἰς Θεόν· "Ἐπίστευσε δὲ Ἁβραάμ φησιν, "τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ἡ πίστις, καὶ "φίλος Θεοῦ ἐκλήθη." ὁρᾷς δὴ οὖν καὶ μάλα σαφῶς τῆς ἐν ἐκείνῳ λαμπρότητος τὴν αἰτίαν. ἐπειδὴ γὰρ κεχρημάτικε φίλος τοῦ πάντων κρατοῦντος Θεοῦ, γέγονε διὰ τοῦτο μέγας