Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.63
Not analysed yet
καὶ ἀοίδιμος, ἐλογίσθη δὲ αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην, καὶ πρόφασις αὐτῷ γέγονεν ἐλευθερίας τῆς κατὰ Θεὸν ἡ ἐκ πίστεως δικαιοσύνη. οὐκοῦν ὅτε πιστεύσας ἐδικαιώθη, τουτέστιν, ὅτε τὴν ἐκ τῆς ἁμαρτίας δυσγένειαν ἀπεσείσατο, τότε πέφηνε λαμπρὸς καὶ εὐγενὴς καὶ ἐλεύθερος. ἀνοήτως τοιγαροῦν οἱ Ἰουδαῖοι τὴν καὶ αὐτὸν ἐλευθερώσασαν τοῦ γένους τὸν ἀρχηγέτην περιπτύοντες χάριν, ἐπὶ μόνον τὸν δι' αὐτῆς ἐλευθερωθέντα βαδίζουσιν, ἀλλ' οὐδὲ ὅθεν ἐστὶν, ἢ ὅποι ποτὲ βλέποι, τὸ ἐν ἐκείνῳ λαμπρὸν περισκεψάμενοι, τὸν τῶν ἐν αὐτῷ καλλίστων ἀτιμάζουσι χορηγὸν, καὶ τὴν ἁπάσης εὐγενείας ἀφέντες πηγὴν, ἐπὶ τῷ ταύτης μετεσχηκότι φρονοῦσι μέγα· ἁλώσονται δὲ καὶ ἐπὶ τῷ μηδενὶ δουλεῦσαι πώποτε μάτην ἐπικομπάζοντες, καὶ διεψευσμένος αὐτοῖς καὶ ὁ περὶ τούτου λόγος οὐδὲν ἧττον διελεγχθήσεται. δεδουλεύκασι μὲν γὰρ Αἰγυπτίοις ἔτη τὸν ἀριθμὸν τετρακόσια καὶ τριάκοντα, καὶ διὰ τῆς ἄνωθεν χάριτος μόλις ἐξεκομίσθησαν ἐξ οἴκου δουλείας, καὶ ἐκ καμίνου σιδηρᾶς, καθὰ γέγραπται, τῆς Αἰγυπτίων πλεονεξίας δηλαδή. δεδουλεύκασι δὲ καὶ Βαβυλωνίοις καὶ Ἀσσυρίοις, ὅτε πᾶσαν τὴν Ἰουδαίων ἀναστήσαντες χώραν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ, εἰς τὴν ἑαυτῶν ὅλον μετέθεσαν τὸν Ἰσραήλ. οὐδαμόθεν τοιγαροῦν τῶν Ἰουδαίων ὑγιὴς ὁ λόγος· πρὸς τῷ γὰρ τὴν ἀληθεστέραν ἀγνοῆσαι δουλείαν τὴν ἐν ἁμαρτίαις φημὶ, καὶ τὴν ἑτέραν ἀρνοῦνται δυσγενῆ παντελῶς, καὶ ἐπὶ τῷ μηδενὶ πολλάκις μέγα φρονεῖν εἰθισμένην ἔχοντες τὴν διάνοιαν. Ἀπεκρίθη αὐτοῖς ὁ Σωτήρ Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ψυχικοὺς ὄντας αὐτοὺς, καὶ εἰς μόνα βλέποντας τὰ