Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.64
Not analysed yet
σωματικὰ, τῆς μὲν ἐνούσης ἀμαθίας ἐξίστησι, μεταβιβάζει δέ πως ἐπὶ τὰ πνευματικώτερα, καὶ ὥσπερ εἰς ἀτριβῆ τε καὶ ἀήθη παντελῶς μετακομίζει παίδευσιν, τὴν κεκρυμμένην αὐτοῖς καὶ ἐν πολλοῖς ἀγνοηθεῖσαν καιροῖς δουλείαν ὑποδεικνὺς, καὶ ὅτι μὲν ψευδόμενοι λέγουσι, τό "Οὐδενὶ δεδου"λεύκαμεν πώποτε," παρίησι σοφῶς, ἀλλ' οὐδὲ μάτην ἐπικομπάζειν αὐτοὺς τῇ τοῦ προπάτορος εὐγενείᾳ φησὶν, ἵνα μὴ πάλιν αὐτοὺς ἐφ' ἃ μὴ προσῆκε παροτρύνειν δοκῇ κεκλιμένους ἤδη καὶ πολὺ ῥέποντας εἰς ὀργήν· ἐπ' αὐτὸ δὲ ὥσπερ χωρήσας τὸ ἀναγκαῖον, καὶ ὅπερ ὄντως ἔδει μαθεῖν, δοῦλον εἶναί φησι τῆς ἁμαρτίας τὸν ποιοῦντα αὐτὴν, μόνον δὲ οὐχὶ τοῦτο λέγει Σύνθετόν τι ζῷον, ὦ οὗτοι, κατὰ τὴν γῆν ἄνθρωπος, ἐκ ψυχῆς δηλονότι καὶ σώματος, καὶ ἡ μὲν κατὰ σάρκα δουλεία περὶ τὴν σάρκα ἐστὶν, ἡ δὲ ἐν ψυχῇ καὶ περὶ ψυχὴν τελουμένη, βάρβαρον ἔχει μητέρα τὴν ἁμαρτίαν. τὸ μὲν οὖν κατὰ σάρκα τῆς δουλείας ἀφεῖναι τὸν ἄνθρωπον ἡ τῶν κρατούντων ἐξουσία κεκτήσεται, τὸ δὲ ἐκ τῆς ἁμαρτίας ἐλευθεροῦν, μόνῳ μὲν ἂν πρέποι κατειρῆσθαι Θεῷ, ἁρμόσει δὲ τῶν ἄλλων οὐδενί. οὐκοῦν ἀναπείθει τὰ εἰκότα φρονεῖν, καὶ τῆς ὄντως τε καὶ ἀληθοῦς ἐλευθερίας ἐφίεσθαι, ζητεῖν δὲ οὕτω λοιπὸν οὐ τὴν τῶν προγόνων λαμπρότητα πρὸς οὐδὲν οὖσαν αὐτοῖς εἰς τοῦτο λυσιτελῆ, μόνον δὲ τὸν τῶν ἰδίων νόμων κατεξουσιάζοντα Θεὸν, ὧν ἡ παράβασις τὴν ἁμαρτίαν δημιουργεῖ τῆς ἐν τῇ ψυχῇ δουλείας τὴν τροφόν. ἔοικε δέ πως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λεληθότως ἔτι καὶ πολὺ κατεσκιασμένως ἐλέγχειν αὐτοὺς, ὡσανεὶ μάτην ἐπ' ἀνθρώπῳ φρονοῦντας μέγα, ἐλεύθερόν τε ὑπάρχειν παντελῶς οἰομένους τὸν μακάριον Ἁβραάμ. τῷ γὰρ γενικώτερον ἀποφήνασθαι πάντα τὸν ποιοῦντα τὴν