Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.65
Not analysed yet
ἁμαρτίαν δοῦλον εἶναι τῆς ἁμαρτίας, καὶ αὐτὸν εἴσω βρόχων ποιεῖται τὸν Ἁβραὰμ δοῦλον ὄντα τῆς ἁμαρτίας ποτέ· δεδικαίωται γὰρ οὐ δίκαιος ὢν, ἀλλ' ὅτε πεπίστευκε τῷ Θεῷ πρὸς τὴν ἐκ τοῦ δεδικαιῶσθαι κεκλημένος ἐλευθερίαν. καὶ οὐχὶ πάντως τῇ τοῦ δικαίου φιλονεικοῦντες δόξῃ τὰ τοιαῦτά φαμεν, ἀλλ' ἐπείπερ οὐδεὶς ἐν ἀνθρώποις τῶν τῆς ἁμαρτίας βελῶν ἀπείρατος, ὑπηνέχθη δὲ πάντως καὶ ὁ δοκῶν εἶναι μέγας τῷ τῆς ἁμαρτίας ζυγῷ, κατὰ τὸ γεγραμμένον "Οὐκ "ἔστι δίκαιος οὐδεὶς, πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται "τῆς δόξης τοῦ Θεοῦ." δόξα δὲ Θεοῦ πρὸς τοῖς ἄλλοις, καὶ τὸ μηδαμόθεν δύνασθαι περιπεσεῖν ἁμαρτίᾳ, ὃ δὴ καὶ μόνῳ τετήρηται τῷ Χριστῷ· μόνος γὰρ γέγονεν "ἐν νεκροῖς "ἐλεύθερος," οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, καίτοι γεγονὼς ἐν νεκροῖς, τουτέστιν ἐν ἀνθρώποις κατατεταγμένος, ὧν ὁ τῆς ἁμαρτίας ποτὲ κατεκράτει θάνατος. Οὐκοῦν· ἀνακεφαλαιώσομαι γὰρ τὸν ἐν τοῖς εἰρημένοις σκοπόν· ὑπῃνίττετό πως ὁ Κύριος ὅτι καὶ αὐτὸς ὁ μακάριος Ἁβραὰμ δεδουλευκὼς τῇ ἁμαρτίᾳ ποτὲ, καὶ διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως ἐλευθερωθεὶς οὐχ ἱκανὸς εἰς ἑτέρους παραπέμψαι τὴν πνευματικὴν εὐγένειαν, ἐπεὶ μηδὲ τοῦ δύνασθαί τινας ἐλευθεροῦν ὑπάρχει κύριος ὁ τὴν ἐκ τῆς ἁμαρτίας δουλείαν οὐ δι' ἑαυτὸν ἀποπεμψάμενος, ἀλλ' οὐδὲ τῆς ἐλευθερίας ἑαυτῷ χορηγὸς ἀναδεικνύμενος, παρ' ἑτέρου δὲ ταύτην λαβὼν, αὐτοῦ δηλονότι τοῦ δικαιοῦντος Χριστοῦ.