Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.66
Not analysed yet
Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ Υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἀνελεύθερον ἀποφήνας καὶ ὑπὸ δουλείαν ὄντα πικρὰν τὸν ταῖς ἁμαρτίαις ἔνοχον, ἐπιλέγει χρησίμως, καὶ τίνα μὲν ἔσται τῷ τὴν δουλείαν ἠγαπηκότι, τί δ' αὖ πάλιν ὑπάρξει παρὰ Θεοῦ τοῖς βιοῦν ἑλομένοις ἐννόμως, καὶ ἐν υἱοῖς Θεοῦ διὰ τοῦτο κατατεταγμένοις. Ὁ μὲν γὰρ δοῦλός φησιν οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· καὶ γὰρ δὴ καὶ ὄντως εἰς τὸ σκότος δραμεῖται τὸ ἐξώτερον, ἐκεῖ δίκας ἀποτίσων τῆς ἀνελευθέρου ζωῆς, μένει δὲ ὁ Υἱὸς εἰς τὸν αἰῶνα. οἱ γὰρ ἅπαξ τῇ τῆς υἱοθεσίας ἀπολαύσαντες δόξῃ, μενοῦσιν ἐν προσώπῳ Θεοῦ, τῆς ἱερᾶς τῶν πρωτοτόκων αὐλῆς κατ' οὐδένα καιρὸν ἐξωθούμενοι, μακρὸν δὲ μᾶλλον καὶ ἀμήρυτον αἰῶνα τρίβοντες ἐν αὐτῇ. συνήσεις δὲ τὸ λεγόμενον ἀκριβῶς ἐν τοῖς εὐαγγελίοις παραβολὴν προτιθεὶς εἰς ἀνάγνωσιν, ἐν ᾗ στήσει μὲν τοὺς ἐρίφους ἐξ εὐωνύμων, ἐκ δεξιῶν δὲ τὰ πρόβατα, φησὶν, ὁ Χριστὸς, καὶ ὅτι τοὺς μὲν ἐρίφους ἀποπέμψεται "Πορεύεσθε λέγων οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον "τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·" συνάξει δὲ πρὸς ἑαυτὸν τὰ πρόβατα, καὶ ἀσμένως εἰσδέξεται "Δεῦτε πάλιν ἀναβοῶν οἱ εὐλογημένοι τοῦ Πατρός μου, "κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ "καταβολῆς κόσμου." διὰ μὲν γὰρ τῶν ἐρίφων, ἡ ἄκαρπος τῶν φιλαμαρτημόνων δηλοῦται πληθύς· διὰ δὲ τῶν προβάτων, ὁ τῶν εὐσεβούντων χορὸς, καθάπερ ἐρίῳ τινὶ τῷ τῆς δικαιοσύνης καρπῷ καταβριθόμενος. οὐκοῦν ὁ μὲν τὸ τῆς δουλείας αἶσχος ἀράμενος, τῆς τῶν οὐρανῶν βασιλείας ὡς