Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.67
Not analysed yet
ἄχρηστόν τε καὶ ἀτιμώτατον σκεῦος ἐξωσθήσεται· εἰσδεχθήσεται δὲ καὶ ἐν αὐτῇ διαμενεῖ πᾶς ὁ βιοῦν ὀρθῶς ἀγαπήσας, ἐν υἱοῖς τε διὰ τοῦτο κατατεταγμένος Θεοῦ. εἰκὸς δὲ ὅτι τὰ τοιαῦτα λέγων ὁ Κύριος καὶ ὑπαινίττεταί πως αὐτοῖς, ὅτι τὴν διὰ πίστεως ἐλευθερίαν οὐ προσηκάμενοι, πάντως δήπου καὶ τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς ἐξοιχήσονται, τουτέστι, τῆς Ἐκκλησίας, κατὰ τὸ δι' ἑνός που τῶν προφητῶν εἰρημένον "Ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς." ὅτι γὰρ εἰς πέρας αὐτοῖς τὸ προαναφωνηθὲν ἐκβέβηκεν, αὐτὴ τῶν πραγμάτων ἡ φύσις διαμαρτύρεται· "Ἐγκατελίπη μὲν γὰρ ἡ θυγάτηρ "Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν "σικυηράτῳ," καθὰ γέγραπται· πέπτωκε δὲ καὶ καθῃρέθη παντελῶς ὁ ναὸς, καὶ αὐτοὶ μὲν ἔξω γεγόνασιν οὐ μείναντες ἐν αὐτῷ εἰς τὸν αἰῶνα, ἀντανέβη δὲ ὥσπερ καὶ ἀντεγήγερται διὰ Χριστὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐν αὐτῇ τε μένουσι διὰ παντὸς οἱ πρὸς τὴν θείαν υἱοθεσίαν κεκλημένοι διὰ τῆς πίστεως· πεπαύσεται γὰρ οὐδαμῶς, ἀλλ' οὐδὲ καταλήξει ποτὲ τῆς Ἐκκλησίας τὸ καύχημα· αἱ γὰρ τῶν δικαίων ψυχαὶ τῶν ἐπιγείων ἀπαίρουσαι, πρὸς τὴν ἄνω μεθορμίζονται πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ τὴν τῶν πρωτοτόκων ἐκκλησίαν, "ἥ τις ἐστὶ μήτηρ ἡμῶν" κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἐπειδὴ δέ πως καὶ τὸν περὶ τῆς δουλείας βασανίζοντες λόγον, καὶ διὰ παντὸς τρόπου τὴν ἀλήθειαν ἰχνηλατεῖν γλιχόμενοι, καὶ αὐτὸν ἐν δούλοις κατωνομάσθαι τὸν Ἁβραὰμ εἰρήκαμεν, οὐδὲ τὸ αὐτοῦ πρόσωπον ἔξω τιθέντες τῆς ἐν τοῖς θεωρήμασι περιβολῆς, διὰ τὸ γενικώτερον εἰρῆσθαι παρὰ Χριστοῦ "Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς "ἁμαρτίας·" φέρε δὴ πάλιν τοῖς ἑαυτῶν ἑπόμενοι λόγοις