Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.68
Not analysed yet
τὴν τῶν εἰρημένων δύναμιν σαφηνίζωμεν. ἐφρόνουν οἱ Ἰουδαῖοι μεγάλα καὶ ὑπέρογκα τῆς ἐνούσης αὐτοῖς εὐγενείας ἀρχηγέτην ὥσπερ τινὰ καὶ πηγὴν προϊσχόμενοι τὸν Ἁβραὰμ, τὸ δὲ ὅτι προσήκει ζητεῖν τὸ διὰ τῆς ἄνωθεν ἐλευθεροῦσθαι χάριτος, οὐδ' ὅσον ἐν ψιλοῖς ἐδέχοντο λογισμοῖς, "μωροὶ "καὶ τυφλοὶ," κατὰ τὴν τοῦ Σωτῆρος ὑπάρχοντες φωνήν. ἀναγκαίως τοιγαροῦν ἐπιδεῖξαι βούλεται Χριστὸς, ὅτι τὸ τῇ φύσει δοῦλον, εἰς ἐλευθερίαν οὐχ ἱκανὸν τὴν ἑτέρων, ἀλλ' οὐδὲ ὅλως εἰς τὴν ἑαυτοῦ· κατὰ τίνα γοῦν τρόπον ἑαυτῷ χαριεῖται τὴν ἐλευθερίαν τὸ ταύτης ἐπιδεὲς, ὅσον εἰς τὴν φύσιν, τὸ δὲ παρ' ἑτέρου τὴν ἐφ' ἑαυτῷ χάριν δανειζόμενον, πῶς ἂν ἀρκέσαι πρὸς τὴν ἑτέρων; ἁρμόσει δὲ μόνῳ καὶ ἀνακείσεται πρεπόντως τὸ ἐλευθεροῦν δύνασθαι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ. ἀπόδειξιν τοιγαροῦν ποιεῖται σαφῆ τοῦ δεῖν ἀναγκαίως ὑπάρχειν καὶ ὁμολογεῖσθαι δοῦλον, πᾶν, ὃ μὴ μένει εἰς τὸν αἰῶνα, τουτέστιν, ᾧ μὴ πρόσεστι τὸ ὡσαύτως ἔχειν ἀεί. σύμπαν μὲν γὰρ τὸ ἐν γενέσει, πάντως δήπου καὶ ὑποκείσεται τῇ φθορᾷ· τὸ δὲ οὕτως ἔχον, δοῦλον ἔσται δηλαδὴ τοῦ πρὸς τὸ εἶναι κεκληκότος Θεοῦ. περὶ γὰρ τῶν κτισμάτων ἐλέγετο πρὸς αὐτόν "Ὅτι τὰ σύμπαντα δοῦλα "σά." γέγονε μὲν ἐπὶ τούτῳ γενικὸς ὁ λόγος· ἓν γεμὴν τὸ μέρος τῷ παντὶ, τουτέστιν, ὁ μακάριος Ἁβραὰμ, ἤτοι καθόλου πάλιν ἡ ἀνθρωπότης. σημεῖον δὲ δίδωσιν ἐναργὲς τοῦ εἶναι βασιλέα καὶ δεσπότην τῶν ὅλων τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν Μονογενῆ, τὸ μένειν εἰς τὸν αἰῶνα· τίνι γὰρ ἂν πρέποι τὸ ὡσαύτως ἔχειν ἀεὶ, καὶ ἐν βεβαίῳ τῶν ἀϊδίων ἱδρύσθαι καλῶν, εἰ μὴ τῷ γε ὄντι κατὰ φύσιν Θεῷ; κατὰ τοῦτον ἡμῖν τὸν λόγον καὶ ὁ θεσπέσιος μελῳδὸς τὴν μὲν κτίσιν ἀπέδειξε δούλην, τὸν δὲ ἐκ Θεοῦ Πατρὸς πεφηνότα Θεὸν Λόγον βασιλέα καὶ Κύριον. ἀπὸ γὰρ μέρους ἐπὶ τὸ σύμπαν τὸ ἐν γενέσει φημὶ τὴν θεωρίαν ἐξαπλῶν, περί τε