Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.69
Not analysed yet
τῶν οὐρανῶν καὶ τοῦ κατὰ φύσιν Υἱοῦ φησιν "Αὐτοὶ "ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον "παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ "ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ "ἐκλείψουσιν." ὁρᾷς ὅπως εὖ μάλα καὶ διὰ τούτων ἀληθὲς ὑπάρχον ὁμολογουμένως, ὅτι τὸ μὲν δοῦλον οὐ μένει εἰς τὸν αἰῶνα, μένει δὲ ὁ Υἱὸς, καὶ τὸ μὴ μένειν, ἀπόδειξις τοῦ εἶναι δοῦλον τὸ καθ' οὗπερ ἂν κατηγοροῖτό ἐστιν; ἀναλόγως δὲ τούτῳ τὸ ἕτερον, τουτέστι, τὸ μένειν εἰς τὸν αἰῶνα, σημεῖον ἂν γένοιτο σαφὲς τοῦ δεσπότην εἶναι καὶ Θεὸν καθ' οὗπερ ἂν λέγοιτο κυρίως τε καὶ ἀληθῶς ἡ τοιαύτη φωνή. ἐξήρκει μὲν οὖν εἰς τὸ τοῖς παρ' ἡμῶν ἐπιμαρτυρῆσαι λόγοις ὁ ψαλμῳδός· ἐπειδὴ δὲ κατὰ τὸ γεγραμμένον "ἐπὶ στόματος "δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα," φέρε πάλιν πρὸς ἐκείνῳ καὶ τὸν μακάριον Ἱερεμίαν συνῳδὰ καὶ φρονοῦντα καὶ λέγοντα δεικνύωμεν. ἀπὸ γὰρ τοῦ καταφθείρεσθαι πᾶν τὸ ποιηθὲν, καὶ δοῦλον αὐτὸ διὰ τοῦτο δεικνὺς, ἀπὸ δὲ τοῦ μένειν τε καὶ ἀμεταποιήτως ἔχειν Θεὸν ἀποφαίνων κατὰ φύσιν τὸν Υἱὸν, δῆλον δὲ ὅτι διὰ τοῦτο καὶ Κύριον, οὕτω που φησὶ πρὸς αὐτόν "Ὅτι σὺ καθήμενος τὸν "αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα." ἐν παντὶ γὰρ χρόνῳ τὸ γενητὸν ἔσται φθαρτὸν κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ εἰ μὴ φθείροιτο δυνάμει Θεοῦ, ἔσται δὲ ἀεὶ καθήμενος ὁ Θεὸς, τῆς ἐνθάδε λεγομένης καθίσεως τὸ ἱδρυμένον καὶ ἐν ταυτότητι πεπηγὸς ὑποδηλούσης τῆς οὐσίας αὐτοῦ μετὰ τοῦ συνάγεσθαι, καὶ τὸ ἐν βασιλικῷ σχήματί τε καὶ πράγματι διαπρέπειν αὐτόν· εἰκόνα γάρ πως ἔχει καὶ τούτων ἡ κάθισις. Οὐκοῦν· ἀναδραμοῦμαι γὰρ αὖθις εἰς τὸ ἐξ ἀρχῆς· ἀπὸ μὲν τοῦ μὴ μένειν εἰς τὸν αἰῶνα φθαρτόν τε καὶ γενητὸν ἐπι-