Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.70
Not analysed yet
δείκνυσι τὸν μακάριον Ἁβραάμ· τετελεύτηκε γὰρ καὶ μετέστη τρόπον τινὰ τῆς οἰκίας τῆς δεσποτικῆς, τουτέστι, τοῦδε τοῦ κόσμου· ἀναλόγως δὲ ἐντεῦθεν καὶ δοῦλον αὐτὸν νοεῖσθαι βούλεται οὐχ ἱκανῶς ἔχοντα πρὸς τὸ δύνασθαι καὶ ἑτέροις τὴν ἐλευθερίαν χαρίζεσθαι· ἀπὸ δὲ τοῦ μένειν εἰς τὸν αἰῶνα τὸν Υἱὸν, ἑαυτὸν ἤδη σαφῶς Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν εἶναί φησιν, ᾧ δὴ πάντως ἕποιτο ἂν τὸ εἶναι βασιλέα καὶ Κύριον. καὶ τί τὸ ἐκ τῆς ἀρτίως εἰρημένης ἡμῖν διαφορᾶς οἰκονομούμενον, ἐν τῷ γείτονι καὶ ἐν τῷ ἐφεξῆς προκειμένῳ δειχθήσεται σαφῶς. Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. Μόνῳ, φησὶ, τῷ κατὰ φύσιν Υἱῷ τῷ κατὰ ἀλήθειαν ἐλευθέρῳ καὶ δουλείας ἁπάσης ἐξῃρημένῳ τὸ ἐλευθεροῦν δύνασθαι προσὸν εὑρίσκεται, ἑτέρῳ δὲ παρ' αὐτὸν τὸ παράπαν οὐδενί. ὅνπερ γὰρ τρόπον ἐπείπερ ἐστὶ κατὰ φύσιν καὶ σοφία καὶ φῶς καὶ δύναμις, σοφοῖ μὲν τὰ σοφίας δεκτικὰ, φωτίζει δὲ τὰ φωτὸς δεδεημένα, καὶ δυναμοῖ τὰ δυνάμεως χρῄζοντα· οὕτως ἐπείπερ ἐστὶ Θεὸς ἐκ Θεοῦ, καὶ τῆς ἁπάντων βασιλευούσης οὐσίας γνήσιός τε καὶ ἐλεύθερος καρπὸς, οἷσπερ ἂν ἐθελήσαι χορηγεῖ τὴν ἐλευθερίαν. ἀπὸ μὲν οὖν τοῦ κατὰ φύσιν οὐκ ἔχοντος αὐτὴν οὐκ ἂν γένοιτό τις ἐλεύθερος ἀληθῶς· ὅταν δὲ αὐτὸς ὁ Υἱὸς ἐλευθεροῦν ἐθελήσῃ τινὰς, τὸ ἴδιον αὐτοῦ ἐντιθεὶς ἀγαθὸν, χρηματιοῦσιν ὄντως ἐλεύθεροι παρὰ τοῦ τὴν ἐξουσίαν ἔχοντος κομισάμενοι τὸ ἀξίωμα, καὶ οὐχὶ παρά τινος τῶν παρ' ἑτέρου δεδανεισμένων καὶ ὀθνείοις ὥσπερ λελαμπρυσμένου χαρίσμασιν. Ἀναγκαιοτάτη τοιγαροῦν ἡ ἐν τοῖς προλαβοῦσιν ἐξήγησις, καὶ πολὺ τὸ χρήσιμον τὸ ἐκ τῆς ἐκεῖσε διαφορᾶς ἀνατελεῖ τοῖς ἐκμαθέστερον ἐπαΐειν ἐσπουδακόσιν. ἔδει γὰρ