Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.71
Not analysed yet
συνιέναι πόθεν ἡμᾶς ἀναγκαῖον ἐπιζητεῖν τὴν κατὰ Θεὸν εὐγένειαν, καὶ τὸν ἐλευθεροῦν ἰσχύοντα μανθάνειν Υἱόν. μελετάτωσαν τοίνυν μὴ ὑψηλοῖς ἐξογκοῦσθαι φρονήμασιν οἱ τοῖς ἐν κόσμῳ χαίροντες ἀξιώμασι, μηδὲ τῆς τῶν ἁγίων κατατρεχέτωσαν δόξης τε καὶ χάριτος, εἰ καὶ μικροί τινες ἐκ μικρῶν γεγόνασι κατὰ σάρκα· οὐ γὰρ τὸ ἐν ἀνθρώποις λαμπρὸν εἶναι δοκοῦν ἀρκεῖ πρὸς εὐγένειαν τὴν παρὰ Θεῷ, ἀλλὰ τὸ ἐν βίῳ καὶ τρόποις τοῖς ἐν ἀρετῇ διαφανὲς ἐλεύθερον ὄντως καὶ εὐγενῆ τὸν ἄνθρωπον ἀπεργάζεται. "ἐπράθη "μὲν εἰς δοῦλον Ἰωσὴφ," καθὰ γέγραπται, ἀλλ' ἦν καὶ οὕτως ἐλεύθερος τῇ κατὰ ψυχὴν εὐγενείᾳ διαλάμπων· πατρὸς δὲ ἐξέφυ μὲν ἐλευθέρου καὶ ἦν ὄντως Ἡσαῦ, ἀλλὰ τῇ τῶν τρόπων αἰσχρότητι τὸ δουλοπρεπὲς ἐπεδείκνυ φρόνημα. εὐγενεῖς οὖν ἄρα παρὰ Θεῷ, καθάπερ οὖν ἀρτίως εἰρήκαμεν, οὐχ οἱ πλοῦτον ἔχοντες, καὶ χρημάτων περιουσίαις περιχεόμενοι, καὶ λαμπραῖς ἐπιχαίροντες ταῖς ἐν κόσμῳ τιμαῖς, ἀλλ' οἱ βίῳ σεμνῷ καὶ πολιτείᾳ συννόμῳ διαφανεῖς. Οἶδα ὅτι σπέρμα Ἁβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Πολυτρόπως αὐτοῖς τὸ ἐκ τῆς συγγενείας τῆς πρὸς Ἁβραὰμ καύχημά τε καὶ φρόνημα παντελῶς εἰκαῖον καὶ οὐδεμίαν ἔχον τὴν ὄνησιν ἐπιδεικνὺς, τὰ τοιαῦτά φησιν, ἵνα ζητῶσι τὴν ἀληθῆ καὶ Θεῷ φίλην εὐγένειαν. ὁρᾷ γὰρ οὐκ εἰς σάρκα Θεὸς, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν," ἀποδέχεται μᾶλλον καὶ ἐπαίνου παντὸς ἀξιοῖ τὸ ἐν ψυχαῖς εὐγενὲς, καὶ συγγένειαν οἶδεν ἔχοντας ἀληθῆ, οὕσπερ ἂν ἡ τῶν ἔργων ὁμοιότης ἤτοι τῶν ἐθῶν ἡ ταυτότης εἰς μίαν ὥσπερ ἀρετὴν