Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.72
Not analysed yet
συναγείρουσα, ταῖς ἴσαις τῶν ἀγαθῶν ἰδέαις ἐπισεμνύνεσθαι ποιεῖ, ἀναλόγως δὲ τούτοις καὶ τὸ ἐναντίον. ἐπεὶ κατὰ τίνα τρόπον ἀπὸ γῆς ὄντες ἡμεῖς, καὶ ἐκ πηλοῦ διηρτισμένοι, κατὰ τὸ γεγραμμένον, χρηματιοῦμεν τοῦ πάντων Δεσπότου, καθάπερ οὖν ὁ Παῦλός φησι "Γένος οὖν ὑπάρχοντες τοῦ "Θεοῦ;" ὁμολογουμένως μὲν γὰρ συγγενεῖς γεγόναμεν αὐτῷ διὰ τὴν σάρκα τὴν ἐν τῷ κατὰ Χριστὸν μυστηρίῳ· ἀλλ' ἔστι πως καὶ καθ' ἕτερον τρόπον τοῦτο συνυπάρχον ἰδεῖν ἀληθές. φρονοῦντες γὰρ τὰ αὐτοῦ καὶ ὅτι προσῆκεν εὐσεβεῖν οὐ παρέργως διενθυμούμενοι, χρηματιοῦμεν υἱοὶ τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ πρὸς τὴν ἐν αὐτῷ θέλησιν κατὰ τὸ ἐγχωροῦν τὸν οἰκεῖον διαπλάττοντες νοῦν, οὕτω τε τὴν πρὸς αὐτὸν ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν συγγενεῖς ὄντως ἐσμέν. Ὅτι δὲ τὴν ἐξ ἔργων ἤτοι τῶν τρόπων ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν εἰς συγγενείας δύναμιν λαμβάνει Θεὸς, διαγνωσόμεθα σαφῶς τοῖς ἱεροῖς ἐγκύπτοντες λόγοις, καὶ τὴν θείαν περινοστοῦντες γραφήν. οὐκοῦν ἐν καιροῖς Ἱερεμίου τοῦ προφήτου, γέγονέ τις ἐλαμίτης Σαμείας τοὔνομα ψευδομάντις, τὰ ἀπὸ καρδίας ἐρευγόμενος τῆς ἑαυτοῦ, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. ἐπειδὴ δὲ πολλή τις ἦν καὶ ἑτέρα πληθὺς ψευδομαρτύρων καὶ ψευδοπροφητῶν, περιπλανῶσα τοὺς ὄχλους καὶ ἐφ' ἃ μὴ προσῆκεν ἐξέλκουσα, ἠγανάκτει λοιπὸν εἰκότως ὁ πάντων δεσπότης Θεός. εἶτα πολλοὺς ἐπὶ τῷ Σαμείᾳ δαπανήσας λόγους, καὶ ποίας ὑφέξει τὰς τούτου τοῦ τολμήματος δίκας λεπτότερον διειπὼν, ἐν τελευταίοις ἐπάγει, καὶ ἐκδικήσω "ἐπὶ Σαμείαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, "τοὺς ποιοῦντας τὰ ὅμοια αὐτῷ·" ἀκούεις ὅπως ἐν τοῖς ὁμοίοις