Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.73
Not analysed yet
ἐπιχειρήμασι τὴν συγγένειαν ὁρᾷ; πῶς γὰρ ἂν ὁ τὰ δίκαια κρίνειν εἰδὼς συνεκόλασε τῷ Σαμείᾳ τὸ κατὰ σάρκα γένος οὐκ ἰσοτροποῦν αὐτῷ κατά γε τὸν ἐν φαυλότητι λόγον, καίτοι σαφῶς διὰ τοῦ προφήτου λέγων Ἰεζεκιήλ "Ψυχὴ ἡ "ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται." οὐκοῦν ἵνα μή τι τοιοῦτο νοῆται περὶ αὐτοῦ, τὸ γένος εἰπὼν ἐπήνεγκεν εὐθύς Τοὺς ποιοῦντας τὰ ὅμοια αὐτῷ, ἐν τῇ τῶν δρωμένων ταυτότητι τὴν συγγένειαν ὁριζόμενος. ἀλλ' ἵνα καὶ ἐπ' αὐτῶν ἴδωμεν τῶν Ἰουδαίων τὸ εἰρημένον ἀληθὲς, ἀναμιμνησκώμεθα τῶν Ἰωάννου λόγων, τοῦ ἁγίου φημὶ Βαπτιστοῦ· ἕωλον γὰρ ἀποφαίνων αὐτοῖς τῆς πρὸς Ἁβραὰμ συγγενείας τὸ καύχημα "Καὶ μὴ λέγετε, φησὶν, ἐν ἑαυτοῖς Πατέρα "ἔχομεν τὸν Ἁβραάμ· δυνατὸς γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων "τούτων ἐγεῖραι σπέρμα τῷ Ἁβραάμ." ἐπειδὴ γὰρ εἴρητο πρὸς αὐτὸν παρὰ Θεοῦ "Πληθύνων πληθυνῶ τὸ σπέρμα "σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ," τῷ χρῆναι πάντως ἀψευδεῖν τὸν ἐπαγγειλάμενον ἐπερειδόμενος τῶν Ἰουδαίων ὁ δῆμος, ἐφρόνει μὲν μέγα, προσεδόκα δὲ οὐδαμῶς τῆς τοῦ προγόνου συγγενείας ἀποπεσεῖσθαί ποτε, ἵνα τὸ θεῖον ἐπάγγελμα σώζηται, φησίν. ἀλλὰ καὶ ταύτην αὐτοῖς ἀφανίζων τὴν ἐλπίδα, σαφῶς δὴ μάλα φησὶν ὁ μακάριος Βαπτιστὴς, δυνατὸς "ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ "Ἁβραάμ." συνδραμεῖται δὲ τούτοις καὶ ὁ μακάριος Παῦλος ὡδὶ λέγων "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, "οὐδ' ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα." δεικνυμένου τοιγαροῦν πανταχόθεν ἀληθοῦς, ὅτι τὴν ἐν ἤθει καὶ τρόποις συγγένειαν οἶδε Θεὸς, μάταιον ἤδη φαίνεται τὸ προγόνοις μὲν ἐπαυχεῖν ἁγίοις καὶ ἀγαθοῖς, ἀπολιμπάνεσθαι δὲ καὶ ἀφεστάναι μακρὰν τῆς ἐκείνων ἀρετῆς. Διά τοι τοῦτό φησιν εὐλόγως πρὸς Ἰουδαίους ὁ Κύριος