Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.81
Not analysed yet
ἐναργῶς ἐκεῖνον ὄντα δεικνὺς, ὃν ἀναστήσειν αὐτοῖς ὁ νομοθέτης προεπηγγείλατο. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Ἐξετεροτροποῦντας ἀποδείξας τῷ προγόνῳ τοὺς Ἰουδαίους, καὶ πολὺ τῆς ἐκείνου φιλοθεΐας ἐξῳκισμένους, ἀπογυμνοῖ μὲν εἰκότως τοῦ εἰκαίου σαρκικοῦ καυχήματος· τὸ δὲ μὴ χρῆναι λοιπὸν ἐν τοῖς ἐκείνου κατατετάχθαι τέκνοις διαῤῥήδην εἰπὼν, ἑτέρῳ τῷ κατ' αὐτοὺς προσνέμει πατρὶ, καὶ τὴν ἐξ ἔργων ὁμοιότητα δεσμὸν ὥσπερ τινὰ συγγενείας ὡρίσατο, τοὺς μὲν ἀγαθοὺς τὴν ἕξιν ὅτι τοῖς ἀγαθοῖς συνδεῖσθαι πρέπει διδάσκων, τοὺς γεμὴν τῷ φαύλῳ συμβιοτεύοντας τρόπῳ τοὺς ἐπὶ τοῖς ἴσοις κατεγνωσμένους ἐν τάξει ποιεῖσθαι πατέρων ἀκόλουθον εἶναι διοριζόμενος. ὅνπερ γὰρ τρόπον τοῖς ἄριστα βιοῦν ἑλομένοις, καὶ ἁγίοις ἤδη διὰ τοῦτο κεχρηματικόσιν, ἀκινδύνως ἐξέσται πατέρα καλεῖν τὸν Θεὸν, ἐπείπερ αὐτὸν κατὰ τὸ ἐγχωροῦν ἀνθρώποις ἀπομιμεῖσθαι σπουδάζουσιν, οὕτω καὶ τοῖς πονηροῖς δικαίως ἂν ἐπιγράφοιτο γεννήτωρ ὁ πονηρὸς, ἐπείπερ αὐτοῦ καὶ τῆς πονηρίας καὶ δυστροπίας ἐν ἤθεσι τοῖς ἰδίοις διαπλάττουσι τὴν εἰκόνα. πατὴρ γὰρ οὐ πάντως ὁ ἐξ ἑαυτοῦ γεννήσας νοεῖται παρὰ τῇ θείᾳ μάλιστα γραφῇ, ἀλλὰ καὶ ὁ τοῖς ἰδίοις ἤθεσι συμμόρφους ἔχων τινὰς, ὧν καὶ εἶναι λέγεται διὰ τοῦτο πατήρ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει πρός τινας "Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου "ἐγὼ ὑμᾶς ἐγέννησα." ὥσπερ οὖν, καθάπερ ἐλέγομεν, καὶ Θεῷ, καὶ τοῖς ἁγίοις πατράσι σύμμορφοί τινες ἀποτελοῦνται διὰ τῆς ἐν τρόποις ὁμοιότητος καὶ ἁγιασμοῦ· οὕτω καὶ τῷ διαβόλῳ, καὶ τοῖς κατ' αὐτὸν ὁμοήθεσι, καὶ ὁμογνώμονες ἀποτελοῦνταί τινες ἐξ ἰδίας τοῦτο πάσχοντες μοχθηρίας.