Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.82
Not analysed yet
οὐκοῦν ἁγίοις μὲν πατέρες οἱ ἅγιοι, πονηροῖς δὲ αὖ πάλιν οἱ πονηροὶ τρεπόμενοι, πρεπωδέστατοι. καὶ οἱ μὲν τὴν θείαν μορφὴν ὅσον ἧκεν εἰπεῖν ἐν ἁγιασμῷ ταῖς ἑαυτῶν ἀναματτόμενοι ψυχαῖς, καὶ τὴν οἰκείοις υἱοῖς πρέπουσαν ἔχοντες παῤῥησίαν, εἰκότως ἐροῦσι "Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς." φαῦλοι δὲ πάλιν τῷ κατ' αὐτοὺς ἀνακείσονται πατρὶ, γεννηθέντες ὥσπερ διὰ τῆς εἰς αὐτὸν ὁμοιώσεως εἰς τὴν ἴσην μοχθηρίαν αὐτῶν. πατέρα τοιγαροῦν Ἰουδαίοις ἕτερον παρὰ τὸν ἅγιον Ἁβραὰμ ὁρίζει τε καὶ ὀνομάζει Χριστός· τίς δὲ οὗτος, οὔπω λέγει σαφῶς. Εἶπον οὖν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν Θεόν. Φθάσας ἤδη προεῖπον ὅτι πικρὰς καὶ ἀνοσίους ἐπὶ τῷ Σωτῆρι Χριστῷ τὰς διαλήψεις ἐνόσουν οἱ πάντα τολμῶντες Ἰουδαῖοι εὐκόλως. ᾤοντο γὰρ διεφθάρθαι μὲν τὴν ἁγίαν παρθένον, τὴν τοῦ Κυρίου μήτερα φημὶ, ἔχουσαν δὲ ἁλῶναι κατὰ γαστρὸς οὐκ ἐξ Ἁγίου Πνεύματος, ἢ ἐξ ἐνεργείας τῆς ἄνωθεν, ἀλλ' ὑπό του τυχὸν τῶν ἐπὶ τῆς γῆς. ἀπειθεῖς γὰρ ὄντες καὶ ἀσύνετοι παντελῶς, ἢ λόγον οὐδένα τῶν προφητικῶν ἐποιοῦντο γραμμάτων, καίτοι διαῤῥήδην ἀκούοντες "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν," ἢ εἰς μόνην ὁρῶντες τὴν σάρκα, καὶ ταῖς καθ' ἡμᾶς ἀκολουθίαις ἑπόμενοι, τὴν δὲ καὶ ὑπὲρ λόγον ἐργάτιν οὐκ ἐννοήσαντες φύσιν, ᾗ δυσήνυτον μὲν οὐδὲν, ἅπαν δὲ τὸ δοκοῦν ἱππήλατον, μὴ ἑτέρως δύνασθαι κυοφορεῖν γυναῖκα νομίζουσιν, εἰ μὴ ἐκ συνόδου τῆς πρὸς ἄνδρα καὶ μίξεως. τοιαύτην νοσοῦντες τὴν ὑποψίαν οἱ δείλαιοι, συκοφαντεῖν ἀπετόλμων τὴν διὰ τοῦ Πνεύματος γέννησιν τοῦ θείου τε καὶ οὐκ