Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.83
Not analysed yet
ἀθαυμάστου γεννήματος. ἐπειδὴ δὲ τῆς πρὸς Ἁβραὰμ αὐτοὺς συγγενείας ἔξω τιθεὶς ἑτέρῳ προσνέμει δὲ πατρὶ, χαλεπαίνουσι σφόδρα, καὶ τὴν ἐνοῦσαν αὐτοῖς ὀργὴν ἀχαλίνως ἐπαφρίζοντες, διαλοιδορούμενοι λέγουσιν Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα, ἕνα πατέρα ἔχομεν τὸν Θεόν. τοιοῦτόν τι γάρ φασιν αἰνιγματωδῶς Δύο μὲν πατέρας ἔχεις αὐτὸς, ἀλλ' οὐδὲ ἐξ εὐγενῶν ἐγεννήθης γάμων, ἡμεῖς δὲ ἕνα τὸν Θεόν. ἀλλ' ὁράτω τις πάλιν καὶ διασκεπτέσθω σαφῶς ὅσην κἀν τούτῳ νοσοῦσι μωρίαν. οἱ γὰρ διὰ τὴν ἐν αὐτοῖς φαυλότητά τε καὶ μοχθηρίαν οὐδὲ ἐν τέκνοις Ἁβραὰμ τεθειμένοι παρὰ τῷ δικαίῳ Κριτῇ, πρὸς τοσοῦτον ἀποπληξίας οἴχονται μέτρον, ὡς καὶ Θεὸν ἑαυτοῖς ἐπιφημίζειν πατέρα, τάχα που διὰ τὸ εἰρημένον ἐν βιβλίοις Μωυσαϊκοῖς "Υἱὸς πρωτότοκός μου "Ἰσραὴλ," τὸ δὲ διὰ τῆς Ἡσαΐου φωνῆς εἰς νοῦν οὐ δεχόμενοι "Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος." ζητήσειε δ' ἄν τις εἰκότως, τί τὸ πεπεικὸς ἐπὶ τοῦ παρόντος τοὺς Ἰουδαίους οὐκέτι λέγειν Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν, ἢ ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, ἀλλ' εὐθὺς ἐπὶ τὸν ἕνα Θεὸν ἀναδραμεῖν. καί μοι δοκοῦσι τοιοῦτόν τι διεσκέφθαι καθ' ἑαυτούς. ἐπειδὴ γὰρ ὑποπλήττοντες τῇ λοιδορίᾳ τὸν Κύριον ὡς νενοθευμένης πρὸ γάμου τῆς μητρὸς, δύο πατέρας ἐπέγραφον αὐτῷ, ἀναγκαίως συνεργὸν ὥσπερ τινὰ τῆς ἐπὶ τούτῳ κακονοίας τὴν τοῦ ἑνὸς κλῆσιν ἐζήτουν λαβεῖν. δι' ὧν γὰρ αὐτοὺς ἕνα πατέρα τὸν Θεὸν ἔχειν διισχυρίζονται, διὰ τούτων αὐτῶν δύο τῷ Κυρίῳ πλαγίως ἐπονειδίζουσιν ἀντιπαριστάντες ὥσπερ τὸν ἕνα δυσίν. ἐνενόουν γὰρ ὅτι λέγοντες ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, πάντως ἂν ἠρνήσαντο τοὺς ἑτέρους, τὸν Ἰσαὰκ δὴ λέγω καὶ τὸν Ἰακὼβ, καὶ τοὺς ἐξ ἐκείνου δυοκαίδεκα, ὅπερ εἰ δρῷεν, ἐδόκουν ἤδη καθ'