Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.84
Not analysed yet
ἑαυτῶν ἐξοπλίζεσθαι, μάχεσθαί τε τῷ ἰδίῳ θελήματι καὶ καυχήματι, τῆς τῶν πατέρων εὐγενείας τὸν Ἰσραὴλ ἀλλοτριοῦντες, συντρέχειν τε διὰ τούτου λοιπὸν ταῖς τοῦ Κυρίου φωναῖς. βλάβος τοιγαροῦν ἐκτρέχοντες τὸ ἐντεῦθεν αὐτοῖς ἀναφύεσθαι δοκοῦν, οὐκέτι μὲν λέγουσιν Ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, ἐπιγράφουσι δὲ μᾶλλον ἑαυτοῖς ἕνα πατέρα τὸν Θεὸν, ταῖς εἰς λοιδορίας σφαλερωτάταις ἡδοναῖς καταθελγόμενοι μόναις, ἵνα καὶ μείζοσι περιπταίωσι ταῖς αἰτίαις, δυσσεβείας μὲν ἁπάσης ὄντες ἐργάται, ἐν πατρὸς δὲ τάξει λαβεῖν θαρσήσαντες τὸν ἁπάσης δυσσεβείας ἐχθρόν. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν εἴη, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω. Οὐκ ἀναιρεῖ δὲ διὰ τούτων ὁ Κύριος τὸ ἐξεῖναί τισι καὶ ἐν υἱοῖς κατατάττεσθαι Θεοῦ, δεικνύει δὲ μᾶλλον τίσιν ἂν πρέποι τὸ καύχημα, καὶ ὅτι μᾶλλον ἁγίοις ἐνυπάρχον εὑρεθήσεται. διελέγχει δὲ μᾶλλον ἀφραίνοντα τὸν ὑβριστὴν Ἰουδαῖον. εἷς μὲν γὰρ, φησὶ, καὶ ἀληθὴς ἐγὼ πέφυκα κατὰ φύσιν Υἱὸς, ἐκ Θεοῦ δὲ δηλονότι Πατρός· τέθεινται δὲ πάντες ὡς πρὸς ἐμὲ μορφούμενοι, καὶ εἰς τὴν ἐμὴν ἀναβαίνοντες δόξαν· αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα. πῶς οὖν ὅλως δύνασθέ φησιν ἐναριθμεῖσθαι ἐν τέκνοις Θεοῦ, τὸν ἐκ Θεοῦ πεφηνότα καὶ πρὸς τὴν ἰδίαν μεταπλάττοντα μόρφωσιν τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐχ ὅπως οὐκ ἀγαπᾶν ἐγνωκότες, ἀλλ' ἤδη καὶ ἀτιμάζοντες, οὐ καθ' ἕνα τρόπον, ἀλλὰ κατὰ πολλούς; καὶ οἱ τὸν χαρακτῆρα μὴ δεξάμενοι τοῦ Θεοῦ καὶ Πατρὸς, πῶς ἂν ὅλως μορφωθεῖεν ὡς πρὸς αὐτόν; ἄλλως τε καὶ οὐ τοῖς τυχοῦσιν ἀνεγκλήτως ἐξέσται, φησὶ, πατέρα καλεῖσθαι τὸν Θεὸν, ἀλλ' οἷς ἂν τῆς εἰς αὐτὸν εὐσεβείας ἐναστράπτοι τὸ κάλλος, ἐκείνοις οἶμαι, καὶ οὐχ