Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.85
Not analysed yet
ἑτέροις, ἁρμόσει. ἐγὼ τὰ κάλλιστα συμβουλεύσων ἐξ οὐρανοῦ παραγέγονα, καὶ πρὸς τὴν τοῦ Θεοῦ μόρφωσιν καλῶν ὑμᾶς ὁ ἐμὸς εὑρίσκεται λόγος. ἀλλ' εἴπερ ἦν ὄντως ὑμῖν ἐν σπουδῇ καὶ πόθῳ τὸ ἔχειν πατέρα τὸν Θεὸν, πάντως ὅτι καὶ ἠγαπήσατέ με, τὸν τῆς τοιαύτης ὁδοῦ καὶ καθηγητὴν καὶ διδάσκαλον, τὸν διδόντα τῆς πρὸς τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν ὁμοιότητος τὰς ἀφορμὰς, τὸν ἀποτελοῦντα συμμόρφους ἑαυτῷ διὰ τοῦ Ἁγίου Πνεύματος τοὺς δεχομένους αὐτόν. ὁ δὲ ὅλως, φησὶν, οἰκειότητι τῇ πρὸς Θεὸν ἐπαυχῶν, πῶς οὐκ ἂν ἠγάπησε τὸν παρὰ Θεοῦ; πῶς γὰρ εἰπέ μοι τιμήσει τὸ δένδρον ὁ τὸν ἐξ αὐτοῦ γεννηθέντα καρπὸν ἀνοήτως ἐκμυσαττόμενος; "Ἢ τοίνυν, φησὶ, ποιήσατε τὸ δένδρον "καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, ἢ ποιήσατε τὸ δένδρον "σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν." οὐκοῦν εἰ τὸ δένδρον εὐγενὲς, τουτέστιν, ὁ Θεὸς καὶ Πατὴρ, καὶ τὴν ἐξ αὐτοῦ λαμπρότητα ταῖς ἑαυτῶν κεφαλαῖς ἐπαντλεῖν ἐγνώκατε, διὰ τί μὴ καὶ τὸν ἐξ αὐτοῦ καρπὸν τοιοῦτον εἶναι πιστεύσαντες ἠγαπήσατε; ὁμοῦ τοιγαροῦν τὸ προκείμενον καὶ πικρὸν ἔχει πρὸς Ἰουδαίους τὸν ἔλεγχον· δεικνύει γὰρ ψευδομένους. ὅτε γὰρ πατέρα καλεῖν Θεὸν ἐπιχειροῦσι, πολύ τι τῆς ἀρετῆς τῶν εἰς τοῦτο κεκλημένων ἀφεστηκότες διὰ τοῦ μὴ ἀγαπᾶν τὸν ἐκ Θεοῦ κατὰ φύσιν· ὁμοῦ δὲ χρησίμως καὶ τῆς ἀῤῥήτου γεννήσεως εἰσφέρει τὴν μνήμην, ἵνα πάλιν κἀν τούτῳ δυσσεβοῦντες ἁλίσκωνται, δυσγενῆ καὶ νόθον ἀποκαλοῦντες αὐτόν. εἰ μὲν οὖν τὸ λέγειν Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον, τὴν ἐκ Πατρὸς ἄῤῥητόν τε καὶ ἄναρχον γέννησιν ἑαυτοῦ σημαίνει· τὸ δέ Ἥκω προστιθεὶς, τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον τὴν μετὰ σαρκός. καὶ οὐ δήπου φησὶν ἔναντι καὶ πρῶτον τότε ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαι