Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.86
Not analysed yet
τὸν Θεὸν Λόγον, ὅτε γέγονεν ἄνθρωπος· τοῦτο γὰρ ἔν τισιν ἔδοξε τῶν ἀνοσίων αἱρετικῶν· ἐκλήψεται δὲ μᾶλλον καὶ ἀκολούθως τὸ εἰρημένον, καὶ νοήσει πάλιν εὐσεβῶς. οὐ γὰρ ἐπεὶ συνῆψε τὰς λέξεις, τό τε Ἐξῆλθον καὶ τό Ἥκω φημὶ, ὁμόχρονος ἔσται πάντως τῇ γενέσει τῆς σαρκὸς ὁ ἐκ Πατρὸς Λόγος, ἀλλ' ἑκάστῳ τῶν σημαινομένων τὸ πρέπον διατηρήσομεν. πρώτην μὲν γὰρ τὴν τοῦ Λόγου γέννησιν τὴν ἐκ Θεοῦ νοουμένην ἀνάρχως εἶναι καὶ ὑπὲρ νοῦν πιστεύοντες· διὸ καὶ προτέθειται ἐν τῷ Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον· ἡ δὲ δευτέρα, τουτέστιν ἡ κατὰ σάρκα Οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν. ἐσαρκώθην καθ' ὑμᾶς, τουτέστι, γέγονα ἄνθρωπος, ἐν εὐδοκίᾳ τε τοῦ Θεοῦ καὶ Πατρὸς ἀφικόμην ἐν τῷδε τῷ κόσμῳ διαλεξόμενος ὑμῖν τὰ παρὰ Θεοῦ, καὶ γνωρίσων οὐκ εἰδόσι τὰ ὅσαπερ αὐτῷ κατὰ γνώμην ἐστίν. ἀλλ' οὐκ ἠγαπήσατε, φησὶ, τὸν ἐκ θείας ὑμῖν ἀναδειχθέντα βουλήσεως Σωτῆρα καὶ ποδηγόν. πῶς οὖν ἔτι χρηματιεῖτε τέκνα Θεοῦ, ἢ κατὰ τίνα τρόπον τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποκερδανεῖτε τὴν χάριν, τὸν ἐξ αὐτοῦ μὴ τιμήσαντες; εἰκὸς δὲ δή τι πάλιν ὑπαινίττεσθαι τὸν Κύριον, καὶ καθυλακτοῦντα μάτην αὐτοῦ τῶν Ἰουδαίων τὸν δῆμον κατασιγάζειν ἐπείγεσθαι καὶ διὰ τῶν τοιούτων ῥημάτων. τί δὲ ἄρα τὸ ὑποδηλούμενόν ἐστι, δι' ὀλίγων ἐροῦμεν. Πολλοὶ παρὰ τοῖς Ἰουδαίοις τὸν μὲν θεῖον παρ' οὐδὲν ἡγούμενοι φόβον, θαυμάζοντες δὲ καὶ ἀποδεχόμενοι μόνας τὰς ἐξ ἀνθρώπων τιμὰς, καὶ αἰσχρῶν λημμάτων ἡττώμενοι, προφητεύειν ἀπετόλμων τὰ "ἀπὸ καρδίας ἑαυτῶν λαλοῦντες, "καὶ οὐκ ἀπὸ στόματος Κυρίου," καθὰ γέγραπται. καὶ γοῦν αὐτὸς ὁ πάντων Δεσπότης ἐπῃτιᾶτο λέγων "Οὐκ ἀπέστελον "τοὺς προφήτας, οὐκ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προε"φήτευον·" ἀλλὰ καὶ δράσειν αὐτοὺς τὰ δεινὰ ἐπηπείλει