Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.87
Not analysed yet
λοιπὸν βοῶν "Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, "καὶ τὸ καθόλου μὴ βλέπουσι." τοιοῦτός τις ἦν ὁ Σαμέας ὁ τοῖς Ἱερεμίου λόγοις τὸ οἰκεῖον ψεῦδος ἀντιτιθεὶς, καὶ τοὺς μὲν ξυλίνους ἁρπάσας κλοιοὺς, συντρίψας δὲ καὶ εἰπών "Τάδε λέγει Κύριος Συντρίψω τὸν ζυγὸν Βαβυλῶνος "βασιλέως." ἐπειδὴ τοίνυν λέγοντος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν "ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ," διεγόγγυζον οἱ Ἰουδαῖοι, καὶ τίς ἐστιν ἀληθῶς οὐκ εἰδότες αὐτὸν, ψευδοπροφήτην ὑπάρχειν ἐνόμιζον, ἐσκληρύνοντό τε ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ἤδη μὲν αὐτῷ καὶ διαλοιδορεῖσθαι τολμᾶν, φονᾶν δὲ οὕτως ἀγρίως, ὡς ἤδη τοῦτο καὶ ἐπείγεσθαι δρᾶν, χρησίμως αὐτοὺς καταπτοεῖ πάλιν, οὐκ ἀφ' ἑαυτοῦ μὲν ἐλθεῖν καθάπερ ἦν ἔθος αὐτοῖς ψευδοπροφητεύουσιν, ἀπεστάλθαι δὲ παρὰ Θεοῦ λέγων, ἵνα ἐν ταὐτῷ καὶ τὴν τοῦ ψευδοπροφήτου δόξαν ἀποκρουόμενος, καὶ διδάσκων ὡς οὐ μετρίαν ὑφέξουσι δίκην, οὐχ ὅπως ἀτιμάζοντες μόνον τὸν ἀπεσταλμένον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' ἤδη καὶ φονᾶν ἐπ' αὐτῷ τολμήσαντες, τὸ ἀχάλινον αὐτῶν ἀνακόψειε θράσος. Ὁ μὲν οὖν τοῦ προκειμένου λόγος ἐν τούτοις· εἰκὸς δὴ πάλιν τροφὴν ὥσπερ τινὰ ποιεῖσθαι τὸν αἱρετικὸν τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸ εἰρημένον. κατηγορήσει γὰρ ἴσως τῆς οὐσίας τοῦ Μονογενοῦς, εἶναί τε αὐτὴν ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ νομίσει, διὰ τὸ ἀπεστάλθαι λέγειν παρ' αὐτοῦ. ἀλλ' ἐννοείτω πάλιν ὁ τοιοῦτος καὶ τῆς ἀρτίως ἡμῖν εἰρημένης οἰκονομίας τὸν τρόπον, καὶ μεμνήσθω βοῶντος τοῦ Παύλου περὶ τοῦ Υἱοῦ "Ὃς ἐν μορφῇ Θεοῦ "ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' "ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι "ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος "ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου."