Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.88
Not analysed yet
εἰ δὲ τεταπείνωκεν ἑαυτὸν ἑκὼν, δηλονότι συγκατανεύοντος ὥσπερ καὶ συνεθέλοντος αὐτῷ τοῦ Πατρὸς, ποῖον ἕξει τὸ κατηγόρημα διεξάγων εἰς τέλος τῆς οἰκονομίας τὸν τρόπον, καθ' ὃν ἔδει λόγον; εἰ δὲ διὰ τὸ λέγειν ἀπεστάλθαι, καὶ ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ οἴει κεῖσθαι τὸν Υἱὸν, πῶς εἰπὲ γάρ μοι πάλιν ὁ ἐν ἐλάττοσιν ὢν κατὰ τὴν σὴν ἀμαθίαν, ἀπαραλλάκτως ἐνεργεῖ τὰ Θεοῦ; ποῦ γὰρ τὸ ἔλαττον ἐν αὐτῷ διαφαίνεται πάντα τελείως ἔχοντος τὰ τοῦ ἰδίου γεννήτορος, καὶ πληρεστάτην ἐξουσίαν τὴν θεοπρεπῆ; οὐκοῦν οὐκ ἐλάττων διὰ τὴν ἀποστολὴν νοηθήσεται, ἀλλὰ Θεὸς ὑπάρχων ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινῶς, ἐπείπερ αὐτός ἐστιν ἡ σοφία καὶ ἡ δύναμις τοῦ Πατρὸς, πέμπεται πρὸς ἡμᾶς καθάπερ ἐξ ἡλίου τὸ ἐξ αὐτοῦ σκεδαννύμενον φῶς, ἵνα σοφοῖ τὸ σοφίας ἐπιδεὲς, οὕτω τε λοιπὸν ἀναβιβάζοιτο δι' αὐτοῦ, καὶ πρὸς ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρὸς δυναμωθείη τὸ ἠσθενηκὸς, καὶ πρὸς πᾶσαν ἀρετὴν ἀναγάγοιτο. πάντα γὰρ τῇ ἀνθρώπου φύσει τὰ κάλλιστα διὰ μόνου πέφηνε τοῦ Χριστοῦ. οἰκετικὸν οὖν ἄρα τὸ παράπαν οὐδὲν ἐν Χριστῷ, πλὴν ἄρα μόνης τῆς κατὰ σάρκα μορφῆς, θεοπρεπὴς δὲ μᾶλλον ἡ ἐφ' ἅπασιν ἐξουσία καὶ δύναμις, κἂν ὁ λόγος ἡμῖν σχηματίζηται τὸ ἀνθρώπινον τῷ τῆς ταπεινώσεως μέτρῳ καλῶς συμμορφούμενος. Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Τὸ καὶ πολλάκις εἰρημένον ἡμῖν ἐροῦμεν πάλιν, διὰ τὸ τοῖς ἐντευξομένοις λυσιτελές· ἰέναι γὰρ καὶ μάλα συχνῶς τὸν λόγον διὰ τοῦ πεφυκότος ὠφελεῖν τὸ ἀδικοῦν οὐδέν.