Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.89
Not analysed yet
ἔθος τοιγαροῦν τῷ Σωτῆρι Χριστῷ τὸν μὲν ἀπὸ γλώσσης ἀναβρασθέντα λόγον οὐ πάντως ἐκδέχεσθαι τῶν ἀπειθούντων αὐτῷ, ἐνορᾶν δὲ μᾶλλον εἰς καρδίας καὶ νεφροὺς, καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι πρὸς τοὺς ἐν τῷ βάθει τῆς καρδίας αὐτῶν στρεφομένους ἔτι διαλογισμούς. ἄνθρωπος μὲν γὰρ οὐκ εἰδὼς τὰ ἐν ἑτέρῳ διανοήματα, τὸν προφορικὸν ἀναγκαίως ἐκδέξεται λόγον, Θεὸς δὲ οὐχ οὕτως· πάντα γὰρ εἰδὼς, ἀντὶ φωνῆς ἔχει τὸ ἐνθύμιον. ἐπειδὴ τοίνυν ἔφη τοῖς Ἰουδαίοις ὁ Κύριος ἐληλυθέναι μὲν οὐκ ἀφ' ἑαυτοῦ, καθάπερ ἦν ἔθος τοῖς ἐξ οἰκείας γνώμης, καὶ οὐκ ἐκ θείου Πνεύματος ἐπὶ τὸ προφητεύειν βαδίζουσι, πεπέμφθαι γεμὴν παρὰ τοῦ Θεοῦ, διενθυμοῦνται πάλιν, ἤτοι διαλογίζονται καθ' ἑαυτοὺς, ἢ καὶ λεληθότως ἀλλήλοις ἐμψιθυρίζοντες ἔφασκον Πολλοὶ λελαλήκασι προφῆται τὰ παρὰ τοῦ Θεοῦ, καὶ τοὺς ἐκ τοῦ Πνεύματος εἰς ἡμᾶς εἰσεκόμισαν λόγους, ἀλλ' εὑρίσκομεν οὐδὲν παρ' ἐκείνοις τοιοῦτον, ὁποῖον ἐν τοῖς τούτου ῥήμασιν. ἀποφέρει γὰρ παντελῶς τῆς κατὰ νόμον λατρείας, καὶ εἰς ἑτέραν τινὰ μεθίστησι πολιτείαν, καὶ ξένην ἡμῖν εἰσηγεῖται βίου διαγωγήν. οὐκοῦν ἀσύμφωνος ἐναργῶς, ἀσύμβατος δὲ τοῖς πάλαι γέγονεν ὁ λόγος αὐτῷ. ταῦτα κατὰ τὸ εἰκὸς ἐπείπερ ἐθεᾶτο διενθυμουμένους αὐτοὺς, δεικνὺς ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ τὰ ἐν καρδίαις εἰδὼς βουλεύματα προσλαμβάνει καί φησι Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. οὐκ ἠγνόηκα, φησὶν, ὡς τὴν ἐμὴν οὐ δύνασθε συνιέναι λαλιὰν, ἤτοι διδασκαλίαν, ἀλλ' ἐρῶ τὴν αἰτίαν ὑμῖν τοῦ πράγματος, καὶ τί τὸ ἐμποδὼν, καταστήσω σαφές. οὐ δύνασθε τὸν ἐμὸν ἀκοῦσαι λόγον· τὸ δέ Οὐ δύνασθέ φησιν, ἀτονοῦντας ἐλέγχων περὶ τὸ τελείως ἀγαθὸν, διὰ τὸ ἰδίοις προκεκρατῆσθαι πάθεσιν. ἀπονευροῖ μὲν γὰρ ἡ φιληδονία τὸν νοῦν, καὶ ἡ