Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.90
Not analysed yet
πρὸς τὸ φαῦλον ἀχαλίνως ἔχουσα ῥοπὴ προσεκλύουσα τῆς καρδίας τὸν τόνον, ἀδρανῆ καὶ ἀτολμοτάτην αὐτὴν ἀπεργάζεται πρός γε τὸ δύνασθαι κατορθοῦν ἀρετήν. προησθενηκότες τοιγαροῦν ταῖς εἰς φαυλότητα ῥοπαῖς, καὶ ὑπὸ τῶν ἰδίων παθῶν τυραννούμενοι, φησὶ, τὸν ἐμὸν ἀκούειν οὐ δύνασθε λόγον· "Εὐθεῖαι μὲν γὰρ αἱ ὁδοὶ Κυρίου," κατὰ τὸ γεγραμμένον, "καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς "ἀσθενήσουσιν ἐν αὐταῖς." συγγενὲς εὑρήσεις τούτοις, καὶ τὸ ἐν ἑτέροις πρὸς τοὺς Φαρισαίους εἰρημένον "Πῶς δύνασθε "πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν "δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;" κἀν τούτῳ γὰρ δὴ τὸ μὴ δύνασθαι πιστεύειν αὐτοὺς, τὴν ἑκούσιον τῆς διανοίας ἀσθένειαν, ἤτοι τὸ προκεχειρῶσθαι ταῖς φιλοδοξίαις τὸν νοῦν σημαίνει. ἀληθὲς δὲ πάλιν ὑπάρχον ἐπὶ τοῖς Ἰουδαίοις εὑρίσκομεν τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον "Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος "τοῦ Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν." οὐκοῦν ἐπειδήπερ ἦσαν ψυχικοὶ, μωρίαν ἡγοῦντο τὸν ἐπὶ τὸ σώζεσθαι καλοῦντα λοιπὸν, καὶ τῆς ἐξαιρέτου πολιτείας διδάσκοντα τὴν ὁδὸν, ἀπευθύνοντά τε καλῶς εἰς τὸ ἀρέσκειν δύνασθαι τῷ φιλαρέτῳ Θεῷ, ᾧ πᾶσα τιμὴ, δόξα, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.