Ancient Greek · ~1 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.91
Not analysed yet
ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἢ τίνων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδὲν ἡμαρτηκότας κολάζων, ἀλλὰ δίκαιον ἐφ' ἅπασιν ἐκφέρει τὸ κρῖμα, προσκειμένου ῥητοῦ Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;