Ancient Greek · ~3 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.93
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ἈΠΟΒΟΥΚΟΛΗΣΑΣ εἰκότως τῆς ἀπὸ Ἁβραὰμ συγγενείας αὐτοὺς, ἔχοντάς τε ἀνομοίως τοῖς ἐκείνου τρόποις, καὶ πολὺ τῆς εἰς αὐτὸν τὸν Θεὸν εὐσεβείας ἐξεστηκότας ἐλέγξας, καὶ πρὸς τούτοις ἔτι τὴν αἰτίαν ἐξηγησάμενος τοῦ μὴ δύνασθαι κατηκόους εἶναι τῆς παρ' αὐτοῦ λαλιᾶς, ἐπιδεικνύει πάλιν, τίς ἂν μᾶλλον αὐτοῖς πρεπωδέστερόν τε καὶ οἰκειότερον ὀνομάζοιτο πατήρ. ὑμεῖς τοιγαροῦν φησιν ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, ὃν καὶ ἀνθρωποκτόνον φησὶν εἶναι ἐν ἀρχῇ, καὶ ἐν τῇ ἀληθείᾳ μὴ ἑστάναι, ψεύστην εἶναι· ψεύστην δὲ ὑπάρχειν αὐτῷ τὸν πατέρα, ὃν καὶ ἐν τοῖς ἐφεξῆς