Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.94
Not analysed yet
τίς ἂν εἴη σαφῶς διωρίσατο· αὐτὴ γὰρ ὡς ἐν ὀλίγοις ἡ τῶν προκειμένων προπέτεια πολλὴν ἔχουσα τὴν ἀσάφειαν, καὶ βασάνων τῶν ἐξ ἀκριβείας ὅτι μάλιστα δεομένη. βαθὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ οὐκ εὐκάτοπτος οἶμαι πολλοῖς· ὅσον μὲν γὰρ εἰς τὴν ἐξ ἑτοίμου ληφθῆναι δυναμένην διάνοιαν, οὐχ ἕτερόν τινα τοῖς Ἰουδαίοις ὁρίζεται πατέρα παρὰ τὸν ἐξ οὐρανοῦ κατολισθήσαντα σατανᾶν. ἀλλ' ἐν τοῖς ἐφεξῆς κείμενον ὡς περὶ τοῦ διορισθέντος αὐτοῖς πατρὸς, ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ, θορυβεῖ πως ἡμᾶς, μᾶλλον δὲ οὐ μετρίως ἐπαπορεῖν ἀναγκάζει. τίνα γὰρ τὰ εἰκότα δὴ φρονοῦντες ὑποτοπήσαιμεν ἂν γενέσθαι τῷ διαβόλῳ πατέρα, ἢ τίς πρὸ αὐτοῦ κατώλισθεν ἕτερος ᾧπερ ἂν ὡς ἐν εἴδει καὶ τρόπῳ ὁ μετ' αὐτὸν παρεικάζοιτο; ἐν μὲν γὰρ τοῖς ἱεροῖς τε καὶ θείοις γράμμασιν οὐκ ἄν τις ἡμῖν ἐπιδείξοιτο τοιοῦτον ἀνάγνωσμα· παραδεκτὸν δὲ οὐδαμῶς εἰς πίστιν ὃ μὴ ταῖς θεοπνεύστοις εἴρηται γραφαῖς. πνεῦμα γὰρ ἅπαν τὸ ἐν δαίμοσι τελοῦν ὡς διαβόλου τέκνον σατανᾶς καλεῖται κατὰ τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Εἰ οὖν ὁ "σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμερίσθη·" ἀλλ' ἕνα τῶν ἄλλων προὔχοντά τε καὶ ὑπερκείμενον ἐκεῖνον ἠκούσαμεν πρὸς ὃν εἴρηταί που διὰ τοῦ προφήτου Ἱεζεκιήλ "Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους ἐν "τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ γεννηθεὶς, πάντα "λίθον χρηστὸν ἐνδέδυσο." τίνα τοίνυν ὑπάρχειν ἕτερον ἀνεγκλήτως ὑποτοπήσομεν, πρὸς ὃν οὗτος ἐμορφώθη, κατ' εἶδος λέγω τὸ ἐν φαυλότητι; τινὲς μὲν γὰρ τῶν παλαιοτέρων ἐξηγητῶν τὰ ἐν τῷ προκειμένῳ διαλαμβάνοντες, τὸν μὲν ἀρχαῖον ἐκεῖνον σατανᾶν, ὃς καὶ τῶν ἄλλων ἁπάντων