Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.95
Not analysed yet
δαιμονίων πρωτοστάτης νοεῖται, δεδέσθαι φησὶ τῇ τοῦ Θεοῦ δυνάμει, καὶ εἰς αὐτὸν ἐῤῥίφθαι τὸν τάρταρον τὰς ἐφ' οἷς εἰς Θεὸν πεπαρῴνηκεν εὐθύνας ὑφέξοντα, ἕτερον δὲ μετ' ἐκεῖνον ἀναπεφάνθαι τινὰ, ταῖς τοῦ πατρὸς βδελυρίαις ἰσοτροποῦντα· καλῶς τὸν νῦν ἄρχοντα τοῦ αἰῶνος τούτου, περὶ αὐτοῦ τε φάναι τὸν Σωτῆρα διισχυρίσαντο, ὅτι καὶ ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ὅτι ψεύστης ἐστὶν ὥσπερ ὁ πατὴρ αὐτοῦ. Ἀλλ' εἰ μὴ πολλὰ καθ' ἑαυτοὺς ἐπὶ τούτῳ διενοούμεθα, κἂν εἰκότως τὸν λόγον ἐξ ἑτοίμου παρεδεξάμεθα· νυνὶ δὲ ἡμᾶς συναινεῖν ἀπερισκέπτως οὐκ ἐᾷ, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. κατὰ μὲν γὰρ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν καιρὸν, ἡ τοῦ διαβόλου τυραννὶς ἐδέχετο τὴν τοῦ καταπίπτειν ἀρχὴν, καὶ εἰς τὴν ἄβυσσον ἐξεπέμπετο τὰ πονηρά τε καὶ ἀκάθαρτα πνεύματα. καὶ γοῦν προσιόντες οἱ δαίμονες διαῤῥήδην αὐτὸν παρεκάλουν, "ἵνα μὴ αὐτοῖς ἐπιτάξῃ εἰς "τὴν ἄβυσσον ἀπελθεῖν," καθὰ γέγραπται. μεμνήμεθα δὲ ὅτι καὶ πολλὴν ἐποιοῦντο τὴν καταβοὴν ἐπὶ τούτῳ λέγοντες "Ἔα, τί ἡμῖν καὶ σοὶ Ἰησοῦ Ναζαρηνέ; οἴδαμέν σε τίς εἶ· "ὁ ἅγιος τοῦ Θεοῦ· ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι "ἡμᾶς;" ὅτι μὲν γὰρ ἐπιδημήσας ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατατήξειν ἤμελλεν αὐτοὺς καὶ ποικίλως ἀνιάσειν, ᾔδεσάν που πάντως καὶ αὐτοὶ, πολὺν ὄντα τὸν περὶ αὐτοῦ λόγον εὑρίσκοντες παρὰ τοῖς ἐξ Ἰσραὴλ, κατῃτιῶντο γεμὴν ὡς ἀφιγμένον οὐκ ἐν καιρῷ, καὶ τοῦτο δρῶντες τυραννικῶς, καὶ τὸν τῆς ἐπιδημίας χρόνον κατηγοροῦντες δυστρόπως· πλὴν τό Πρὸ καιροῦ λέγουσιν, ὡς βασανισθέντες μὲν καθ' ἕτερόν τινα χρόνον οὐδαμῶς, ἕνα δὲ προσδοκῶντες τὸν τῆς ἐπιδημίας, καθ' ὃν ἔμελλον ἀνενδοιάστως ὑπομεῖναι τὰ προσδοκώμενα. πρὸς δέ γε τοῦτο κἀκεῖνό φαμεν Εἰ ἐκείνου δεδεμένου, κατὰ τὴν τινῶν διάληψιν,