Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.96
Not analysed yet
ἕτερός τις ἠπάτησε τὸν Ἀδὰμ, καταλήγει δὲ οὔπω τῆς ἐφ' ἧς κατηγορεῖται μανίας, ἀνυπαίτιος μὲν ἔσται παντελῶς ὁ πρῶτος ἐν τοῖς καθ' ἡμᾶς, ἀπαλλάξει δὲ ὡς εἰκὸς καὶ παντὸς ἐγκλήματος ὁ λόγος αὐτὸν, οὔτε δὲ πεφόνευκέ τινα, οὔτε ἠπάτησεν, οὔτε ἐψεύσατο. ἀλλ' οὐδὲ πρὸς αὐτὸν δικαίως λελέξεται παρὰ τοῦ Θεοῦ "Ὃν τρόπον ἱμάτιον ἐν αἵματι "πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ "καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου "ἀπέκτεινας." ἂν τοίνυν τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων κακῶν ἀμοιρεῖν ἐκεῖνον, ὃν καὶ πρῶτον εἶναί φασιν, ἐπιτρέπομεν, τίνα μιμεῖσθαι λοιπὸν ὁριούμεθα τὸν μετ' ἐκεῖνον δεύτερον, ἢ πρὸς τίνα λοιπὸν ἐμορφώθη πλεονεκτῶν ἐν κακίᾳ τὸν ἡγούμενον, καὶ τῆς ἐκείνῳ φαυλότητος παχυτέρους ἔχων τοὺς χαρακτῆρας; Ἀλλ' ἦν μὲν ἴσως οὐκ ἀπεικὸς καὶ διὰ πλειόνων ἐλθεῖν τὸν ἐπὶ τούτῳ διερευνῶντας λόγον, τὸ γεμὴν σφόδρα διατείνεσθαι περιττὸν ἐφ' οἷς ἥκιστα χρὴ λογιζόμεθα. οὐκοῦν ἐφ' ἑτέραν ἰτέον διάνοιαν, καὶ ζητητέον ἀκριβῶς τίνα τοῖς Ἰουδαίοις πατέρα ὁρίζει ὁ Χριστὸς ἰσότροπόν τε καὶ ὁμογνώμονα, ὥσπερ ἂν εἰκότως καὶ πατὴρ ἐπιγράφοιτο δαιμόνιον, ἐκεῖνος ὁ ἀρχέκακος, τουτέστιν, ὁ σατανᾶς. ἀναφέρει τοίνυν αὐτοὺς ἐπὶ τὸν Κάϊν, ὃς πρῶτος ἀνθρώπων ἁπάντων ἐλέγχων μὲν οὐκ ἠγάπησε τὸν σωφρονιστὴν, φθόνου δὲ καὶ φόνου καὶ δόλου καὶ ψεύδους καὶ ἀπάτης ἀρχὴ μετ' ἐκεῖνον ἐδείχθη τὸν σατανᾶν, οὗπερ ἂν δικαίως ὀνομάζοιτο καὶ υἱὸς, ἅτε δὴ καὶ πᾶσαν τῆς ἐκείνου πονηρίας ἀναματτόμενος ἐν ἑαυτῷ τὴν μόρφωσιν. ὅνπερ γὰρ τρόπον ἁγίῳ τε καὶ δικαίῳ τε παντὶ πατὴρ νοεῖται Θεὸς, αὐτὸς ὢν ἡ πάντων ἁγιασμοῦ καὶ δικαιοσύνης ἀρχὴ, τὸν αὐτὸν οἶμαι τρόπον παντὶ πονηρῷ πατὴρ ἂν εὐλόγως ὁ σατανᾶς ὀνομάζοιτο, αὐτὸς ὢν ἁπάσης