Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.97
Not analysed yet
πονηρίας ἀρχή· ἐπειδὴ δὲ τὸν μὲν Κάϊν δεδόσθαι τοῖς Ἰουδαίοις πατέρα, αὐτῷ δὲ τῷ Κάϊν τὸν σατανᾶν εἰρήκαμεν, φέρε δὴ πάλιν τοῖς ἑαυτῶν ἑπόμενοι λόγοις ἀναφανδὸν ἐπιδείξωμεν πρῶτον μὲν εἰς ἐλέγχους τοὺς παρὰ Θεοῦ τραχηλιῶντα τὸν σατανᾶν, εἶτα καὶ ἀπατήσαντα καὶ ψευσάμενον, καὶ τὸ τελευταῖον διὰ φθόνου φονεύσαντα. ἐπιδείξαντες δὲ τούτῳ τὸν Κάϊν ἰσότροπόν τε καὶ ὁμογνώμονα, καταφέρομεν τὸν λόγον ἐπὶ τρίτου εἰς τοὺς Ἰουδαίους τῆς ἐν αὐτῷ φαυλότητος ὅλην ἔχοντας τὴν εἰκόνα. Οὐκοῦν ἀτιμάσας μὲν ὥσπερ τὴν ἰδίαν ἀρχὴν, καὶ πολὺ τῶν ὑπὲρ φύσιν τὴν ἑαυτοῦ γλιχόμενος, ὅρον τε τὸν τῆς ἑαυτοῦ τάξεως οὐ τηρήσας ὁ σατανᾶς κατηνέχθη, καὶ πέπτωκεν ἐλεγχθεὶς ὥσπερ διὰ τούτου παρὰ Θεοῦ, καὶ τῆς οἰκείας φύσεως τὸ μέτρον ἐκδιδασκόμενος· ἀλλ' οὐδεμίαν ἐντεῦθεν τὴν ὄνησιν ἔχων διὰ τὴν ἑαυτοῦ δυσβουλίαν, ἐνόσει τὰ χείρονα βλέπων μὲν οὐδαμῶς εἰς τὸ χρῆναι γοργῶς τὴν οἰκείαν γνώμην ἐπανορθοῦν, ἐν ἀκλονήτῳ δὲ ὥσπερ τῆς δυστροπίας διαμεῖναι σπουδάσας. ἐπειδὴ δὲ ὁ πρῶτος ἄνθρωπος ἐπλάσθη παρὰ Θεοῦ κατὰ τὴν Μωυσέως συγγραφὴν, καὶ ἦν ἐν τῷ παραδείσῳ τὴν δοθεῖσαν ἔτι ἐντολὴν φυλάττων, τὴν ἐπὶ τῷ ξύλῳ φημὶ, πρῶτος εἰς φθόνον ὁ σατανᾶς ἀνεκαύθη, ἐλεγχομένης δὲ ὥσπερ τῆς αὐτοῦ παραβάσεώς τε καὶ παρακοῆς τοῖς πρωτοπλάστοις, ὅτε τὴν δοθεῖσαν ἐντολὴν ἐφύλαττον ἔτι, πολυπλόκοις ἀπάταις αὐτοὺς εἰς παρακοὴν ἐξέλκειν ἠπείγετο. εἰδὼς δὲ ὅτι τέξονται παρ' οὐδὲν ποιησάμενοι τοῦ μεγάλου βασιλέως τὰ προστάγματα, καὶ τοῦτο δρᾶν ἀναπείθει τοὺς οὐδὲν ἀδικήσαντας τοῖς ἐσχάτοις περιβάλλων κακοῖς. ὅτι γὰρ διαβολικῆς ἀπάτης καὶ φθόνου γέγονεν ἔργον ἡ ἐν Ἀδὰμ παράβασις, καὶ ὁ δι'