Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.98
Not analysed yet
αὐτῆς ἐπιπηδήσας θάνατος, καὶ αὕτη μὲν ἡ τοῦ πράγματος διδάξει φύσις, σαφηνιεῖ δὲ οὐδὲν ἧττον καὶ τὸ τοῦ πανσόφου Σολομῶντος λόγιον ἔχον ὡδί "Ὁ Θεὸς θάνατον οὐκ ἐποίησε· "φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον." ἐν τούτοις μὲν τὰ ἐκείνου σαφῶς· δεύτερος δὲ ὁ Κάϊν ἡμῖν εἰσίτω καὶ ἑστάτω λοιπόν. ἦν μὲν γὰρ πρωτότοκος ἐξ Ἀδὰμ γηπόνος τὸ ἐπιτήδευμα, δεύτερος ἐπ' αὐτῷ γέγονεν Ἄβελ, ἀλλ' ἦν προβάτων ποιμήν. ἐπειδὴ δὲ προσάγειν αὐτοὺς θυσίαν τῷ Θεῷ νόμος ἐκάλει φυσικὸς, ἀδιδάκτως ἐντιθεὶς τὴν τοῦ δημιουργήσαντος γνῶσιν· ἐνέσπαρται γὰρ καὶ ἐντέθειται τῇ φύσει παρὰ Θεοῦ πάντα τὰ ἀγαθά· προσεκόμιζε μὲν ὁ "Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς," καθὰ γέγραπται, ἀλλὰ "καὶ Ἄβελ ἤνεγκεν ἀπὸ τῶν πρωτοτόκων "τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἐπεῖδεν "ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν "καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλύπησε τὸν "Κάϊν λίαν καὶ συνέπεσε τῷ προσώπῳ. καὶ εἶπε Κύριος ὁ "Θεὸς τῷ Κάϊν Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέ"πεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, "ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον." εἶτα πρὸς τὸν Ἄβελ "Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ." οὐκοῦν ὁ μὲν Κάϊν ἠλέγχετο διελὼν οὐκ ὀρθῶς τὸ προσενεχθὲν, ἐπαίνων δὲ καὶ τιμῆς ἠξιοῦτο δικαίως ὁ Ἄβελ, ὃ δὴ καὶ τροφὴ φθόνου τῷ Κάϊν ἐγίνετο. ἀπετραχύνετο γὰρ πρὸς ἐλέγχους τοὺς σωφρονίζοντας καθάπερ ὁ Σατανᾶς, εἶτα τὸν ἄδικον ὠδινήσας φθόνον, καθάπερ εἰρήκαμεν, δόλῳ μέτεισι τὸν ἀδελφὸν, τὸν ἀνόσιον ἤδη μελετήσας φθόνον. "Εἶπε γὰρ, φησὶ, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ "Διέλθωμεν δὴ εἰς τὸ πεδίον ἄλλο τούτου βέλτιον," λέγων, καὶ καθάπερ ἐπὶ τέρψιν τινὰ καὶ χλόην τὸν οὐδὲν εἰδότα