Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.529
Not analysed yet
Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, κ. τ. λ. (A f. 73 b, B f. 45, H f. 224 b) Εἶτα προσέρχεται πειράζων ὁ Σατανᾶς, συνεργὸν ὥσπερ τῆς ἐνούσης αὐτῷ δυστροπίας, τὸ τοῦ λιμοῦ πάθος ἔσεσθαι προσδοκῶν· κατισχύει γὰρ ἡμῶν πολλάκις, τὰς ἐν ἡμῖν ἀσθενείας εἰς ἐπικουρίαν δεχόμενος τῶν ἑαυτοῦ σκεμμάτων ἤτοι ἐπιχειρημάτων· ἐνόμισεν αὐτὸν ἑτοίμως ἐπιπηδᾷν τῷ βούλεσθαι παρακειμένους ἰδεῖν ἄρτους. Ἔφη γοῦν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα ὁ λίθος οὗτος ἄρτος γένηται.» Προσέρχεται μὲν, ὡς ἀνθρώπῳ κοινῷ, καὶ ὡς ἑνὶ τῶν ἁγίων· πλὴν ὕποπτος ἦν, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστός· πῶς οὖν ἠθέλησε τοῦτο μαθεῖν; Ἐνενόησεν ὡς θεοπρεποῦς ἰσχύος ἀποτέλεσμα καὶ ἔργον ἐστὶ, τὸ μεταστῆσαι φύσιν εἰς ὅπερ οὐκ ἦν· Θεὸς γάρ ἐστιν ὁ ποιῶν ταῦτα καὶ μετασκευάζων. Οὐκοῦν ἂν τοῦτο, φησὶ, γένηται, αὐτός που πάντως ἐκεῖνός ἐστιν, ὁ κατὰ τῆς ἐμῆς δυναστείας ἥξειν προσδοκώμενος· ἐὰν δὲ μὴ μεταβάλῃ, πρὸς ἄνθρωπον ἔχω, καὶ ἀποβέβληκα τὸν φόβον, καὶ τῶν κινδύνων ἀπήλλαγμαι. Διὰ τοῦτο Χριστὸς, ἅτε δὴ εἰδὼς τοῦ θηρίου τὴν σκέπην, οὔτε μεταβέβληκεν, οὔτε μὴν ἔφη μὴ δύνασθαι τοῦτο δρᾷν, ἤγουν μὴ ἐθέλειν· ἀποσείεται δὲ μᾶλλον ὡς ὀχληρὸν καὶ περιττὸν λέγων· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,» τουτέστιν, ἐὰν ὁ Θεὸς δύναμιν δῷ τῷ ἀνθρώπῳ, δύναται μὴ φαγεῖν, καὶ ζῇν ὡς Μωϋσῆς καὶ Ἠλίας, οἳ ῥήματι Θεοῦ ἔζησαν ἄσιτοι τεσσαράκοντα ἡμέρας. Εἰ οὖν δυνατὸν δίχα ἄρτου ζῇν, ἵνα τί ποιῶ τὸν λίθον ἄρτον; Οὔτε οὖν λέγει, Οὐ δύναμαι, ἵνα μὴ ἀρνήσῃ τε τὴν ἑαυτοῦ δύναμιν· οὔτε, ὅτι Δύναμαι, ἵνα μὴ γνοὺς ἐκεῖνος ὅτι Θεός ἐστιν, ᾧ μόνῳ τὰ τοιαῦτα δυνατὰ, ἀποστῇ ἀπ' αὐτοῦ. —(A f. 74, H f. 225) Καί μοι ὅρα τὴν ἀνθρώπου φύσιν ἐν Χριστῷ, τὰ τῆς ἐν Ἀδὰμ ἀκρασίας ἀποβάλλουσαν αἰτιάματα. Διὰ βρώσεως ἐν Ἀδὰμ νενικήμεθα· δι' ἐγκράτειαν ἐν Χριστῷ νενικήκαμεν. —(A f. 74 b, H f. 226) Τοῖς μὲν ἀπὸ γῆς σιτίοις τὸ γήϊνον ἡμῶν τρέφεται σῶμα, καὶ ζητεῖ πρὸς ἐπικουρίαν τὸ συγγενές· ψυχὴ δὲ ἡ λογικὴ λόγῳ τῷ θείῳ πρὸς εὐεξίαν ἁδρύνεται τὴν πνευματικήν· αἱ μὲν γὰρ ἀπὸ γῆς τροφαὶ τὸ συγγενὲς τρέφουσι σῶμα· αἱ δὲ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νευροῦσι τὸ πνεῦμα. Τροφὴ νοῦ, ὁ λόγος ὁ παρὰ Θεοῦ, καὶ ἄρτος πνευματικὸς, στηρίζων ἀνθρώπου καρδίαν, κατὰ τὸ ἐν βίβλῳ Ψαλμῶν ὑμνούμενον· τοιαύτας δὲ εἶναί φαμεν καὶ αὐτῶν τῶν ἁγίων ἀγγέλων τὰς τροφάς. Ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης. (A f. 74 b, H f. 227) Ἀλλ', ὦ κακοῦργε, καὶ πονηρὲ, καὶ ἀλιτήριε, πῶς ἐτόλμησας τῷ Κυρίῳ πάσης τῆς κτίσεως δεῖξαι πάσας βασιλείας, καὶ εἰπεῖν, ὡς Ταῦτα πάντα ἐμά ἐστι· νῦν οὖν εἰ πεσὼν προσκυνήσεις μοι, σοὶ δώσω; Πῶς ἐπαγγέλλῃ τὰ μὴ σά; Τίς σε κατέστησε κληρονόμον τῆς τοῦ Θεοῦ βασιλείας;