Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.556
Not analysed yet
Ἰδὼν δὲ Σίμων Πέτρος, κ. τ. λ. (A f. 83, H f. 255) Διὰ ταῦτα καὶ Πέτρος, ἐπειδὴ τῇ μνήμῃ τῶν προτέρων ἁμαρτημάτων προσέπεσε, τρέμει καὶ δέδοικε, καὶ ὡς ἄναγνος, τὸν καθαρὸν οὐ θαῤῥεῖ ὑποδέξασθαι, διὰ δειλίαν ἐπαινουμένην· ἔμαθε γὰρ, κατὰ τὸν νόμον, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διαστέλλειν. Καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας, κ. τ. λ. (A f. 84, C f. 115 b, D f. 18 b, H f. 259 b) Πλὴν ἐπαίνου παντὸς ἀξία τοῦ προσελθόντος ἡ πίστις· μεμαρτύρηκε γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν τὸν Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθεροῦσθαι ζητεῖ, καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς τῶν ἰατρῶν ἐμπειρίαις παραχωρεῖν· ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνομένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας, νοσημάτων πολλῶν ἀπαλλαττομένους ἑτέρους. Συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεται· ὁρῶ δὲ, πρὸς τούτῳ, χρηστὸν ὄντα καὶ ἑτοιμότατον, κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ κωλύον ἐλεεῖσθαι κἀμέ; Καὶ τί πρὸς ταῦτα Χριστός; Βεβαιοῖ ἐν αὐτῷ τὴν πίστιν, καὶ τὴν ἐπ' αὐτῷ δὲ τούτῳ πληροφορίαν ἐργάζεται· δέχεται γὰρ τὴν αἴτησιν, καὶ ὁμολογεῖ τὸ δύνασθαι, καί φησι· «Θέλω, καθαρίσθητι.» Χαρίζεται δὲ αὐτῷ καὶ ἁφὴν τῆς ἁγίας αὐτοῦ καὶ πανσθενεστάτης χειρὸς, καὶ εὐθέως ἀπῆλθεν ἀπ' αὐτοῦ ἡ λέπρα, καὶ τὸ πάθος ἦν ἐκποδών. —(A f. 84 b, H f. 260 b) Σὺ δέ μοι θαύμασον ἐν τούτοις, θεϊκῶς τε ἅμα καὶ σωματικῶς ἐνεργοῦντα Χριστόν· θεϊκὸν μὲν γὰρ τὸ θέλειν οὕτως, ὡς παρίστασθαι αὐτῷ πάντα ὅσα ἠθέλησεν· ἀνθρώπινον δὲ τὸ ἐκτεῖναι τὴν χεῖρα. Εἷς οὖν ἐξ ἀμφοῖν νοεῖται Χριστὸς, εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος. Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν. (A f. 84 b, B f. 58, C f. 115 b, D f. 18 b, H f. 261) Ἤρκει μὲν γὰρ καὶ σιωπῶντος αὐτὴ τοῦ πράγματος ἡ φύσις ἀπαγγεῖλαι πᾶσι τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν· αὐτὸς δὲ παραγγέλλει μηδενὶ εἰπεῖν· τί δήποτε; Ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμάτων χάριν παρὰ Θεοῦ δεχόμενοι, μὴ τὰς παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοὺς παρά τινων ἐπαίνους, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον (al. cod. ἔσχατον) πάθος. Οἰκονομικῶς δέ φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱερεῦσιν· ἤθελε μὲν γὰρ ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν, καὶ μεταπλάσαι τοὺς τύπους εἰς πνευματικὴν λατρείαν· ἀλλ' ἐπειδὴ μήπω πιστεύσαντες εἰς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, ὡς ἔτι τῶν ἀρχαίων ἐθῶν ἰσχυόντων, ἐπιτρέπει τῷ