Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.557.1
Not analysed yet
λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ τί δὴ τοῦτό ἐστι; Πρόφασιν ἀεὶ ποιούμενοι τὴν εἰς τὸν νόμον αἰδῶ, καὶ διάκονον τῆς ἄνωθεν ἐντολῆς γεγενῆσθαι λέγοντες τὸν ἱεροφάντην Μωϋσέα, μικρὰ φρονεῖν ἐσπούδαζον περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ γοῦν ἔφασκον ἐναργῶς· «Ἡμεῖς οἴδαμεν ὡς Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ, οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ἔδει τοίνυν αὐτοὺς ἐξ αὐτῶν ἀναπείθεσθαι τῶν πραγμάτων, ὅτι τὸ Μωϋσέως μέτρον κατόπιν ἔρχεται τῆς δόξης τοῦ Χριστοῦ· ὁ μὲν γὰρ ἦν ὡς θεράπων πιστὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ὁ δὲ ὡς Υἱὸς, ἐπὶ τὸν οἶκον τοῦ Πατρός· καὶ ἐξ αὐτοῦ καὶ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν, καὶ μάλα σαφῶς ἐν ἀπαραβλήτοις ὑπεροχαῖς τῶν Μωϋσέως νόμων ὄντα Χριστόν. Ἐλεπρώθη μὲν γὰρ ἡ Μαριὰμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη, κατελάλησε γὰρ αὐτοῦ· καὶ κατεδάκνετο μὲν λίαν ἐπὶ τούτῳ Μωϋσῆς· ἐπειδὴ δὲ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων· «Ὁ Θεὸς, δέομαί σου, ἴασαι ταύτην.» Πρόσχες τοίνυν ἀκριβῶς· αἴτησις ἦν ἐκεῖ, διὰ προσευχῆς τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτὴρ μετ' ἐξουσίας ἔφη τῆς θεοπρεποῦς· «Θέλω, καθαρίσθητι.» Οὐκοῦν μαρτύριον τοῖς ἱερεῦσιν ἦν ἡ τῆς λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδίζουσιν· ἔδει γὰρ, ἔδει Μωϋσέα μὲν θαυμάζειν ὡς νόμου διάκονον, καὶ χάριτος ὑπουργὸν λαληθείσης δι' ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν Ἐμμανουὴλ, καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀληθινὸν τοῦ Θεοῦ καὶ Πατρός. (A f. 85, H f. 262) Ἴδοι δ' ἄν τις τὸ κατὰ Χριστὸν βαθὺ καὶ μέγα μυστήριον, ἐν τῷ Λευϊτικῷ ἡμῖν γραφόμενον· μεμολυσμένον μὲν γὰρ ἀποφαίνει τὸν λεπρὸν ὁ διὰ Μωϋσέως νόμος· ἐκπέμπεσθαι δὲ προστέταχε τῆς παρεμβολῆς, ὡς ἀκάθαρτον· ὅτε δὲ συμβαίνοι καταλωφῆσαι τὸ πάθος, τότε δὴ, τότε παραδεκτὸν γενέσθαι κελεύει. Εἶτα καὶ τίνα τρόπον ἔσται καθαρὸς, διασαφεῖ λέγων· «Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα· καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ· καὶ προστάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρμένῳ δύο ὀρνίθια ζῶντα καθαρά· καὶ προστάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφ' ὕδατι ζῶντι· καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ, καὶ βάψει εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ' ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρισθήσεται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον.» Δύο μὲν οὖν τὰ πτηνὰ καὶ ἀκίβδηλα, τουτέστι καθαρὰ, καὶ μηδὲ μίαν ἔχοντα διαβολὴν τὴν ἀπὸ τοῦ νόμου· καὶ τὸ μὲν ἓν ἐσφάζετο ἐφ' ὕδατι ζῶντι· τό γε μὴν ἕτερον μένον ἔξω σφαγῆς, εἶτα βαπτισθὲν ἐν τῷ αἵματι τοῦ τετελευκότος, ἐξεπέμπετο. Ὑπεμφαίνει δ' ἂν ὁ τύπος ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ Σωτῆρος ἡμῶν μυστήριον· ἦν μὲν γὰρ ἄνωθεν, τουτέστιν ἐκ τοῦ Πατρὸς καὶ ἐξ οὐρανῶν, ὁ Λόγος· ταύτῃτοι καὶ μάλα εἰκότως πτηνῷ παρεικάζεται. Καταπεφοίτηκε δὲ οἰκονομικῶς, εἰς ὁμοίωσιν