Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.592
Not analysed yet
μὴ ἔχειν χρυσίον ἢ ἀργύριον ἐν ταῖς ζώναις, ἢ δύο χιτῶνας, ἕπεται πάντως πλείστης ὅσης αὐτοὺς ἀνασχέσθαι σκληραγωγίας, καὶ μόλις αὐτοὺς εὐπορῆσαι τροφῆς· φορτικὸν δὲ τοῦτο τοῖς ἐν πενίᾳ καὶ διωγμοῖς· ταύτῃτοι καὶ μάλα εἰκότως ὁ καρδίας εἰδὼς, μικροψυχεῖν οὐκ ἐᾷ πρὸς τὰ ἐκ τῆς πτωχείας συμβαίνοντα. Τοὺς γὰρ νῦν πεινῶντας τῆς εἰς αὐτὸν εὐσεβείας ἕνεκα, χορταθήσεσθαί φησι· τουτέστι τοῖς δοθησομένοις ἐντρυφήσουσιν ἀγαθοῖς, νοητοῖς δὲ δηλονότι καὶ πνευματικοῖς. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. (A f. 98 b) Μακαρίζει τοὺς κλαίοντας, καί φησιν ὅτι γελάσουσι· κλαίειν δέ φαμεν, οὐ τοὺς ἁπλῶς τὸ ἐξ ὀμμάτων καθιέντας δάκρυον· κοινὸν γὰρ τοῦτο καὶ πᾶσι συμβαῖνον πιστοῖς καὶ ἀπίστοις, εἴπερ τι γένοιτο τῶν εἰωθότων καταλυπεῖν· ἐκείνους δὲ μᾶλλον τοὺς τὸν ἱλαρὸν καὶ ἐξίτηλον, καὶ ἐν τρυφαῖς ὄντα ταῖς σαρκικαῖς φεύγοντας βίον· ἐκείνους μὲν γὰρ ἐν τῷ τέρπεσθαι καὶ γελᾷν εἶναί φαμεν. Τοὺς δέ γε τὸ τρυφᾷν καὶ ἀνίεσθαι σαρκικῶν παραιτουμένους, καὶ μονονουχὶ κλαίοντας διὰ τοῦ μισεῖν τὰ ἐν κόσμῳ, μακαρίους εἶναί φησιν ὁ Σωτήρ· οὐκοῦν πτωχεῦσαι κελεύσας, καὶ τὰ ἑπόμενα τῇ πτωχείᾳ τιμαῖς στεφανοῖ ταῦτα δέ ἐστι, τῶν εἰς τρυφὰς ἐπιτηδείων ἡ σπάνις, καὶ τὸ κατηφὲς διὰ τὴν θλῖψιν. Γέγραπται γὰρ ὡς πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, κ. τ. λ. (A f. 99 b, B f. 64 b) Ἤδη μέντοι ὁ Κύριος τὸν διωγμὸν ἀπήγγειλε, πρὶν ἀποσταλῆναι τοὺς ἀποστόλους. Προέλαβε τὸ εὐαγγέλιον τὴν ἔκβασιν· ἐχρῆν γὰρ πάντως αὐτοὺς τὸ εὐαγγελικὸν διαγγέλλοντας κήρυγμα, καὶ Ἰουδαίους μὲν ἀφιστῶντας τῆς κατὰ νόμον λατρείας, ἵνα τῆς εὐαγγελικῆς εὐζωΐας εἰδεῖεν τὴν ὁδὸν, τοὺς δέ γε εἰδωλολάτρας εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν σαγηνεύοντας, προσκροῦσαι πολλοῖς ἀφιλοθέοις τε καὶ ἀνοσίοις ἀνδράσιν· οὗτοι γὰρ πολέμους καὶ διωγμοὺς τοῖς τὸν Ἰησοῦν καταγγέλλουσιν ἐπεγείρουσι, διώκοντες τὴν εὐσέβειαν. Ἵνα τοίνυν ἐνστάντος τοῦ καιροῦ, καθ' ὃν ἔμελλεν ἔσεσθαι ταῦτα παρά τινων, μὴ εἰς ἀνοήτους ἐμπίπτωσιν ἀκηδίας, προαπαγγέλλει χρησίμως, ὡς καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος, ἔμμισθος ἔσται καὶ ἐπωφελὴς αὐτοῖς. Ὀνειδίσουσι γὰρ, φησὶν, ὑμᾶς ὡς πλάνους καὶ ἀπαταιῶνας· ἀφορίσουσιν ἑαυτῶν, τουτέστι τῆς πρὸς ἑαυτοὺς φιλίας καὶ κοινωνίας· ἀλλὰ μηδεὶς ἔστω παρ' ὑμῖν, φησὶ, τῶν τοιούτων ὁ λόγος· τί γὰρ ἀδικήσει τῆς ἐκείνων γλώττης τὸ ἄτακτον τὸν εὖ βεβηκότα νοῦν; Τοῖς γὰρ εὐσεβῶς εἰδόσι φιλοσοφεῖν, οὐκ ἄκαρπον ἔσεσθαί φησι τὴν ἐπὶ τούτων ὑπομονὴν, ἀλλ' εὐθυμίας τῆς ἀνωτάτω πρόξενον. Διαδείκνυσι δὲ πρὸς τούτῳ χρησίμως, ὡς ξένον αὐτοῖς οὐδὲν συμβήσεται καὶ ταῦτα παθοῦσιν· ἔσονται δὲ μᾶλλον κατ' ἐκείνους, οἳ καὶ πρὸ αὐτῶν τοὺς θείους καὶ ἄνωθεν τοῖς ἐξ