Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.593
Not analysed yet
Ἰσραὴλ διαπορθμεύοντες λόγους, ἐδιώχθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, λοιδοριῶν ἠνέσχοντο ἀδίκως αὐτοῖς ἐπενηνεγμένων. Οὐκοῦν δίδωσιν ἐκεῖνο νοεῖν, ὡς ὧν ἂν γένοιτο μιμηταὶ, τούτων ἔσονται καὶ κοινωνοί· καὶ προφητικῶν στεφάνων οὐκ ἀμοιρήσουσι, τὴν ἐκείνοις ἐντριβῆ βαδίσαντες ὁδόν. Οὐαὶ ὑμῖν, τοῖς πλουσίοις. (A f. 100 b) Προαναφωνήσας αἰτίαν παντὸς ἀγαθοῦ τὴν διὰ Θεὸν πτωχείαν, καὶ τὸ πεινῇν καὶ κλαίειν οὐκ ἄμισθον ἔσεσθαι τοῖς ἁγίοις εἰπὼν, μεθίστησι τὸν λόγον ἐπὶ τὰ ἐναντίως ἔχοντα τούτων, καὶ διαδείκνυσιν αὐτὰ κολάσεως ὄντα καὶ δίκης ἐμποιητικὰ, ἵνα τῇ μὲν τῶν στεφάνων ἐπιθυμίᾳ, καὶ τῇ τοῦ μακαρισμοῦ ἐφέσει, σαγηνεύωνται πρὸς τοὺς πόνους, καὶ τὴν διὰ Θεὸν αἱρεῖσθαι πτωχείαν πείθωνται· τῷ δὲ φόβῳ τῆς ἐπηρτημένης κολάσεως, φεύγωσι τὸ πλουτεῖν, καὶ τὸ ἐν τρυφαῖς εἶναι καὶ γέλωτι, τουτέστιν ἐν τέρψεσι κοσμικαῖς. Καὶ τοὺς μὲν κληρονόμους ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας φησὶ, τοὺς δὲ ἐσχάταις περιπεσεῖσθαι συμφοραῖς· «Ἀπέχετε γὰρ, φησὶ, τὴν παράκλησιν ὑμῶν.» Ἔξεστι δὲ τοῦτο ἰδεῖν, ὡς ἐν πίνακι καλῶς γεγραμμένον, ἐν τῇ περὶ τοῦ πλουσίου καὶ Λαζάρου παραβολῇ· «Ἀπέλαβες γὰρ, φησὶ πρὸς τὸν πλούσιον, τὰ ἀγαθά σου ἐπὶ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· νῦν δὲ αὐτὸς ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.» Ἀλλὰ φέρε, καθ' ἑαυτοὺς ἐκεῖνο γυμνάσωμεν. Ἆρα, εἴ τίς ἐστι πλούσιος ἐν κόσμῳ, οὗτος ἀπώλισθε πάντως τοῦ προσδοκᾷν ἐλεεῖσθαι παρὰ Θεοῦ; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον· ἐξῆν τῷ πλουσίῳ κατελεῆσαι τὸν Λάζαρον, ὡς καὶ τῆς αὐτοῦ παρακλήσεως γένηται κοινωνός. Καὶ γοῦν ὁ Σωτὴρ τοῖς τὸν ἐπίγειον ἔχουσι πλοῦτον, ὁδὸν ὑπέδειξε σωτηρίας, εἰπών· «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὑποδέξωνται ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνάς.» Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. (A f 101 b, B f. 66, C f. 118 b) Ἀληθεύει λέγων ὁ μακάριος Παῦλος, ὅτι «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· πάντα γὰρ γέγονεν ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ καινὰ, καὶ διαθήκη, καὶ νόμος, καὶ πολιτεία.» Ἄθρει δὲ ὅπως πρεπωδεστάτη λίαν ἐστὶ τοῖς ἁγίοις μυσταγωγοῖς ἡ τοιάδε πολιτεία τε καὶ ζωὴ, οἳ ἔμελλον τοῖς ἁπανταχόσε γῆς τὸ σωτήριον ἐξαγγέλλειν κήρυγμα. Καὶ ἦν ἐντεῦθεν προσδοκᾷν, οὐκ εὐαριθμήτους ἔσεσθαι τοὺς διώκοντας αὐτοὺς καὶ πολυτρόπως ἐπιβουλεύοντας· ἀλλ' εἰ συνέβη ταῖς τοιαύταις λύπαις ἀχθεσθῆναι τοὺς μαθητὰς, εἶτα θέλειν ἀμύνεσθαι τοὺς λελυπηκότας, ἐσίγησαν ἂν καὶ παρέδραμον αὐτοὺς, οὐκέτι τὸ θεῖον αὐτοῖς παρατιθέντες κήρυγμα, οὐ καλοῦντες εἰς ἐπίγνωσιν ἀληθείας. Ἔδει τοίνυν ταῖς οὕτω σεπταῖς ἀνεξικακίαις, τὸν τῶν ἁγίων μυσταγωγῶν ἀναχαιτίσαι νοῦν, ἵνα πάντα γενναίως φέρωσι τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί