Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.596
Not analysed yet
τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσι. Πέπραχε δὲ τοῦτο καὶ πρό γε τῶν ἄλλων αὐτὸς εἰς ὑποτύπωσιν ἡμετέραν· ἔτι γὰρ ἀπηρτημένος τοῦ τιμίου σταυροῦ, καίτοι τῆς Ἰουδαίων πληθύος ἐπιγελώσης αὐτῷ, τὰς πρὸς τὸν Θεὸν καὶ Πατέρα λιτὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο, λέγων· «Ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τί ποιοῦσι.» Ναὶ μὲν καὶ ὁ μακάριος Στέφανος, καίτοι βαλλόμενος λίθοις, θεὶς τὰ γόνατα, προσηύξατο λέγων· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Καὶ ὁ θεῖος δὲ Παῦλός φησι· «Λοιδορούμενοι, εὐλογοῦμεν· δυσφημούμενοι, παρακαλοῦμεν.» Οὐκοῦν ἀναγκαία μὲν ἡ τοιάδε παραίνεσις τῶν ἁγίων ἀποστόλων· χρησιμωτάτη δὲ καὶ ἡμῖν αὐτοῖς, εἴς γε τὸ χρῆναι βιοῦν ὀρθῶς καὶ τεθαυμασμένως· μεστὴ γάρ ἐστι πάσης φιλοσοφίας· δυσκατόρθωτον δὲ ἀποτελοῦσιν αὐτὴν ταῖς ἡμετέραις διανοίαις προλήψεις οὐκ ἀγαθαὶ, καὶ τῶν ἐν ἡμῖν ὄντων παθῶν ἡ δυσκαταγώνιστος τυραννίς· διόπερ εἰδὼς ὡς ψυχικὸς ἄνθρωπος ταῦτα οὐ δέχεται, μωρίαν ἡγούμενος τὰ τοῦ Πνεύματος λόγια καὶ ἀδύνατα εἰς κατόρθωσιν, διαιρῶν τοὺς τοιούτους ἀπὸ τῶν ἀκούειν δυναμένων· Ὑμῖν λέγω, φησὶ, τοῖς ἀκούουσιν, καὶ ποιεῖν ἑτοίμως τὰ λεγόμενα προαιρουμένοις. Τὸ γὰρ εὐδόκιμον εἰς ἀνδρείαν τὴν πνευματικὴν, ἐν τοῖς πειρασμοῖς καὶ πόνοις διαφαίνεται. Μίμησαι οὖν ἐν τούτοις Χριστόν· «Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.» Ἀλλ' ἴσως κατὰ σαυτὸν, ἐκεῖνο ἐρεῖς· Θεὸς ἦν ὁ Χριστὸς, ἐγὼ δὲ ἄνθρωπος ἀσθενὴς, ἔχων τὴν διάνοιαν ἀσθενῆ, καὶ ἀνικάνως ἔχουσαν πρὸς τὸ δύνασθαι καὶ πλεονεξίας καὶ λύπης κατευμεγεθῆσαι. Ὀρθῶς ἐρεῖς· εὐόλισθος γὰρ ὁ ἀνθρώπινος νοῦς εἰς τὸ πλημμελεῖν. Πλὴν ἐκεῖνό φημι· Οὐκ ἀφῆκέ σε γυμνὸν τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἀγάπης ὁ Κύριος· ἔχεις αὐτὸν ἐν σεαυτῷ, ἤτοι ἐντὸς, διὰ τοῦ ἁγίου Πνεύματος· οἶκος γάρ ἐσμεν αὐτοῦ, καὶ ταῖς τῶν ἀγαπώντων αὐτὸν ψυχαῖς ἐναυλίζεται. Αὐτός σε νευροῖ πρὸς τὸ φέρειν γενναίως τὰ παρεμπίπτοντα, καὶ ταῖς τῶν πειρασμῶν ἐμβολαῖς ἀντανίστασθαι νεανικῶς· «Μὴ νικῶ τοίνυν ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην. (A f. 103, B f. 65 b) Τέλος νόμου καὶ προφητῶν γενέσθαι Χριστὸν, ὁ σοφώτατος ἔφη Παῦλος· παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ τὸ αὐτοῦ μυστήριον. Ἀλλ' ὡς αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ἐλθούσης τῆς πίστεως, οὐκέτι ὑπὸ διαγωγόν ἐσμεν· οὐ γὰρ ἔτι τὰς φρένας νηπιάζομεν, ηὐξήθημεν δὲ μᾶλλον εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἔδει τοίνυν ἡμῖν οὑ γάλακτος, τροφῆς δὲ μᾶλλον τῆς στερεωτέρας· τοῦτο ἡμῖν χαρίζεται Χριστὸς, τῆς ὑπὲρ νόμον δικαιοσύνης ἐμφανίζων τὴν ὁδόν· ἔφη γὰρ αὐτὸς τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρι-