Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.597
Not analysed yet
σαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Εἶτα, τί τὸ περιττὸν ἐν δικαιοσύνῃ τῇ κατά ἑ, φημὶ, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, διειπεῖν ἀναγκαῖον. Ὁ νόμος ὁ διὰ Μωϋσέως, τοῖς ἀρχαιοτέροις τεθεσπισμένος, διὰ τῶν ἴσων ἔρχεσθαι πραγμάτων ἐκέλευε· κεκώλυκε δὲ τὸ ἀδικεῖν, καὶ οὐχὶ δὴ μᾶλλον προηδικημένους ἀνεξικακεῖν, ὅπερ ὁ τοῦ Εὐαγγελίου βούλεται νόμος· «Οὐ γὰρ φονεύσεις, φησὶν, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.» Ἔτι τε πρὸς τούτοις· «Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, χεῖρα ἀντὶ χειρὸς, πόδα ἀντὶ ποδὸς, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος.» Ταυτὶ δὲ κελεύοντος ἦν, μὴ ἀδικεῖν ἑτέρους· ἢ γοῦν προηδικημένους, μὴ πέρα τῶν ἴσων τὰς κατὰ τὸν ἀδικήσαντα ἐκτείνειν ὀργάς. Ἀλλ' ἦν οὐ πάντως ἀρέσκουσα τῷ Θεῷ τῆς κατὰ νόμον πολιτείας ἡ δύναμις· γέγονε δὲ τοῖς ἀρχαιοτέροις ἐν τάξει παιδαγωγοῦ κατὰ βραχὺ προσεθίζοντος εἰς δικαιοσύνην σύμμετρον, καὶ ἀναβιβάζοντος εὐφυῶς ἐπὶ τὸ τελέως ἔχειν ἀγαθόν· γέγραπται γάρ· «Ἀρχὴ ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν τὰ δίκαια.» Πᾶσα δὲ λοιπὸν τελειότης ἐν Χριστῷ καὶ τοῖς αὐτοῦ θεσπίσμασι· «Τῷ γὰρ τύπτοντί σε, φησὶν, ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην.» Τῆς εἰς λῆξιν ἀνεξικακίας ἐν τούτοις ὁδὸς ἡμῖν ὑποδείκνυται. Βούλεται δὲ, πρὸς τούτῳ, καὶ χρημάτων εἶναι καταφρονητὴν, ὥστε, κἂν εἰ μόνον ἱμάτιον ἔχοι, μὴ ἀφόρητον ἡγεῖσθαι τὸ συναποβαλεῖν αὐτῷ καὶ τὸν χιτῶνα τυχόν. Ἀρετὴ δὲ αὕτη ψυχῆς ὁλοτρόπως ἀπεστραμμένης τὸ φιλόπλουτον πάθος· «Μὴ γὰρ ἀπαίτει, φησὶ, τὸν αἴροντά τι τῶν σῶν· ἀλλὰ καὶ παντὶ τῷ αἰτοῦντί σε, δίδου·» ὅπερ ἀγάπης καὶ φιλοπτωχίας τεκμήριον. Τὸν δὲ φιλοικτίρμονα χρὴ πάντως εἶναι καὶ ἀμνησίκακον· ὥστε καὶ τὰ φίλων εἰς ἐχθροὺς ἐργάζεσθαι. Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. (A f. 106, B f. 66, C f. 119, G f. 15 b) Ἀλλ' ἦν εἰκὸς οἰηθῆναι τοὺς ἁγίους ἀποστόλους τάχα που δυσκατόρθωτα εἶναι ταυτί. Ὁ τοίνυν πάντα εἰδὼς, τὸν τῆς ἐν ἡμῖν φιλαυτίας δέχεται νόμον βραβευτὴν ὧν ἂν βούλοιτό τις παρ' ἑτέρου τυχεῖν. Γενοῦ τοιοῦτος, φησὶν, εἰς ἑτέρους αὐτὸς, ὁποίους περ ἂν εἶναι θέλῃς περὶ σέ· εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς, θρασεῖς καὶ ὀργίλους, μνησικάκους καὶ πονηροὺς, ἔσο καὶ αὐτὸς τοιοῦτος· εἰ δὲ τοὐναντίον, χρηστοὺς καὶ ἀμνησικάκους, μὴ ἀφόρητον ἡγοῦ τὸ εἶναι τοιοῦτος· καὶ τάχα που τοῖς οὕτω διακειμένοις περιττὸς ὁ νόμος, ἐγγράφοντος Θεοῦ ταῖς καρδίαις ἡμῶν τὴν τοῦ ἰδίου θελήματος γνῶσιν· «Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς.» Γίνεσθε οὖν οἰκτίρμονες. (A f. 109 b) Μέγα τῆς ἐλεημοσύνης τὸ καύχημα. Καὶ γοῦν γέγραπται, ὡς «Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων.» Μορφοῖ γὰρ ἡμᾶς πρὸς Θεὸν ἡ ἀρετὴ, καὶ τῆς ἀνωτάτω φύσεως οἱονεί τινας χαρακτῆρας ταῖς ἡμετέραις ψυχαῖς ἐνεργάζεται.