Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.612
Not analysed yet
Ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ. (A f. 116, B f. 70 b, C f. 120 b) Ἔλαθε τὸ παράδοξον τοῦ θαύματος οὐδένα τῶν ἐν ὅλῃ τῇ Ἰουδαίᾳ· ἀπαγγέλλουσι δὲ τοῦτο καὶ αὐτῷ τῷ ἁγίῳ Βαπτιστῇ τῶν ἐπιτηδείων τινὲς ἤτοι τῶν μαθητῶν αὐτοῦ· ὁ δὲ δύο τινὰς ἀπολέγδην ἀποκρίνας τῶν ἄλλων, πέμπει πρὸς τὸν Ἰησοῦν, ἐρομένους αὐτὸν, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος, ἢ γοῦν ἕτερον προσδοκᾶσθαι χρή. Οὐκ ἠγνόησέ γε μὴν ὁ μακάριος Βαπτιστὴς τὸν ἐνανθρωπήσαντα τοῦ Πατρὸς Λόγον· μὴ τοῦτο ὑπολάβῃς· ᾔδει γὰρ καὶ μάλα σαφῶς, ὅτι αὐτός ἐστιν ὁ ἐρχόμενος· εἰργάζετο δέ τι σοφὸν καὶ εὐμήχανον, καὶ ὅπερ ἦν εἰκὸς οὐ μετρίως ὀνήσειν τοὺς ὑπ' αὐτοῦ μαθητευομένους· οἱ μὲν γὰρ οὔπω Χριστὸν ἰδόντες, ἤτοι τὴν δύναμιν αὐτοῦ καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, ἠρέμα πως καὶ ὑπεδάκνοντο, θαυματουργοῦντος αὐτοῦ καὶ ταῖς τῶν δρωμένων ὑπερβολαῖς νικῶντος τὸν Βαπτιστήν. Καὶ δὲ προσῄεσάν ποτε, φθόνῳ τε καὶ λύπῃ κατατετηγμένοι, καὶ νοσημάτων Ἰουδαϊκῶν οὐκ ἀμοιροῦσαν ἔχοντες τὴν καρδίαν· ἔφασκόν τε τῷ μακαρίῳ Βαπτιστῇ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· οὐ γὰρ ἤθελον ἕτερόν τινα βαπτίζειν ὅλως, καὶ τῆς Ἰωάννου κατεπαίρεσθαι τιμῆς· ἐδιδάσκοντο δὲ παρ' αὐτοῦ τῆς Χριστοῦ δόξης τὸ ὑπερκείμενον, καὶ τὴν ἀπαράβλητον ὑπερβολήν. Ἤκουον γὰρ λέγοντος αὐτοῦ· «Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε ὡς εἶπον· Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἐστηκὼς καὶ ἀκούων αὐτοῦ τῆς φωνῆς, χαρᾷ χαίρει διὰ τὴν χαρὰν τοῦ νυμφίου· αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Καὶ οὐ δήπου φαμὲν ὡς ἐλάττων ἑαυτοῦ γέγονε· κατά τι γοῦν ὅλως ὁ μακάριος Βαπτιστὴς, προσθήκην ἀεὶ δεχομένης τῆς δόξης τοῦ Χριστοῦ, παρά γε τοῖς πιστεύουσιν εἰς αὐτὸν, ἐπειδὴ δὲ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις μεμένηκεν ὁ μακάριος Ἰωάννης. Οὐ γὰρ ἦν ἑτέρωσέ ποι προελθεῖν αὐτὸν δύνασθαί ποτε· Θεὸς δὲ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ὁ ἐνανθρωπήσας Λόγος, εἰς δύναμιν ἀεὶ τὴν αὐτῷ πρέπουσαν ἀναφοιτῶν, παρὰ πάντων ἐθαυμάζετο· ταύτῃ τοι φησί· «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Τοῦ γὰρ ἀεὶ προκόπτοντος, ὁ ἐν ταυτότητι μένων, ἐλαττοῦσθαι δοκεῖ. Ἵνα τοίνυν βεβαίαν ἐργάσηται πίστιν, εἰς αὐτὸν δηλονότι, τοῖς ἔτι ὀκλάζουσι καὶ οὔπω πεπληροφορημένοις ὡς αὐτὸς εἴη Χριστὸς, προσποιεῖται τὴν ἄγνοιαν· εἶτα πέμπει πρὸς αὐτὸν ἐρομένους καὶ λέγοντας· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Ἐρχόμενος δὲ ποῦ; φαῖεν ἂν ἴσως τινές. Καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι νοεῖν. Ἐπειδὴ γὰρ ἔμελλε, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ τὸν ἐκ τῆς Ἡρώδου σκαιότητος θάνατον ὑπομένειν ὁ Βαπτιστὴς, προαποδημεῖν δὲ ὥσπερ Χριστοῦ, καὶ τῆς εἰς τὸν ᾅδην ἀφίξεως προβαδίζειν ὡς πρόδρομος, ἐρωτᾷ,