Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.613
Not analysed yet
φησὶ, εἰ αὐτὸς ἥξει κἀκεῖσε, λυτρωσάμενος τοὺς ἐν σκότῳ καὶ σκιᾷ θανάτου. Ἔκβλητος δὲ παντελῶς ἡ τοιάδε δόξα· οὐδαμοῦ γὰρ εὑρήσομεν τὴν θεόπνευστον Γραφὴν ἀπαγγείλασαν, ὅτι καὶ τοῖς ἐν ᾅδῃ πνεύμασι προκατήγγειλε τοῦ Σωτῆρος τὴν ἄφιξιν ὁ μακάριος Βαπτιστής. Ἀληθὲς δὲ κἀκεῖνο εἰπεῖν· ὅλην γὰρ ἅπαξ οὐκ ἠγνοηκὼς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὴν δύναμιν, ᾔδει πάντως που ὑπὲρ τῶν ἄλλων, ὅτι καὶ τοὺς ἐν ᾅδῃ λυτρώσεται, καὶ αὐτοῖς ἐπιλάμψει χάριτι Θεοῦ ὑπὲρ παντὸς γενόμενος θανάτου, ἵνα, ὡς Παῦλός φησι, καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Τί οὖν ἄρα βούλεται νοεῖν, ἐρωτῶν καὶ λέγων· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Ἔφην, ὅτι πλάττεται τὴν ἄγνοιαν οἰκονομικῶς, οὐχ ἵνα μάθοι μᾶλλον αὐτός· ᾔδει γὰρ ὡς πρόδρομος τὸ μυστήριον· ἀλλ' ἵνα πληροφορηθεῖεν οἱ αὐτοῦ μαθηταὶ, ὅση τις ἐστὶν ἡ τοῦ Σωτῆρος ὑπεροχή· καὶ ὅτι τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος τὸν μὲν ὡς Θεὸν καὶ Κύριον ἥξοντα προμεμήνυκεν· οἱ δὲ ἄλλοι πάντες ἦσαν οἰκέται, προαπεσταλμένοι Δεσπότου, ἑτοιμάζοντες τὴν ὁδὸν Κυρίου, καθὰ γέγραπται. Ἐκλήθη τοίνυν διὰ τῶν προφητῶν ὁ ἐρχόμενος, ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Ψάλλει γοῦν ὁ προφήτης Δαβὶδ, καί φησιν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τουτέστιν ἐν δόξῃ θεοπρεπεῖ, καὶ ἐν κυριότητι καὶ ὑπεροχῇ τῇ πάντων ἐπέκεινα. Καὶ τοῦτο πάλιν αὐτὸς καταμεμήνυκεν ἐφεξῆς, εἰπών· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἦλθε μὲν γὰρ Μωϋσῆς, καὶ μετ' αὐτὸν ἐστρατήγησε τῶν ἐξ Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ καθεξῆς, οἱ μακάριοι προφῆται, καὶ οὐδεὶς ἐκείνων ἐν ὀνόματι Κυρίου τοῖς ἐπὶ γῆς ἐπιλάμψαι λέγεται. Θεὸς δὲ Κύριος ὢν φύσει καὶ ἀληθῶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐπέφανεν ἡμῖν· οὕτως αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ ὠνόμαζε, λέγων Ἀββακοὺμ τῷ προφήτῃ· «Ἔτι μικρὸν ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.» Ναὶ μὴν καὶ δι' ἐτέρου προφήτου πάλιν ὧδέ φησιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Ὃ δὴ καὶ εἰς πέρας ἐκβεβηκὸς, δι' αὐτῶν ἔστιν ἰδεῖν τῶν πραγμάτων· οὐκοῦν ὡς ἔκ γε τῆς θεοπνεύστου Γραφῆς τὸ ὄνομα λαβὼν ὁ θεσπέσιος Βαπτιστὴς, ἐρομένους ἀπέστειλεν τῶν αὐτοῦ γνωρίμων τινὰς, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος. Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλούς. (A f. 116 b) Εἰδὼς τοίνυν ἅτε Θεὸς ὢν τὴν διάνοιαν, μεθ' ἧς αὐτοὺς ἔπεμψεν ὁ Ἰωάννης, καὶ τὴν οἰκονομίαν τοῦ πράγματος, καὶ τὴν αἰτίαν τῆς ἐκείνων ἀφίξεως, κατ' ἐκεῖνο δὴ μάλιστα τοῦ καιροῦ, πολλαπλασίως τῶν ἤδη γεγενημένων εἰργάζετο τὰς