Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.625
Not analysed yet
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ λέγοντες, τίς εἴη ἡ παραβολὴ αὕτη. (A f. 122 b, B f. 68). Τίς δὲ ἄρα ἐστὶ τῆς παραβολῆς ὁ σκοπὸς, καὶ ὅποι ποτὲ βλέπει τῆς παραβολῆς τὸ βάθος, παρ' αὐτοῦ μάθωμεν τοῦ συνθέντος αὐτήν. Ἠγνόησαν ταῦτα πρὸ ἡμῶν οἱ μακάριοι μαθηταὶ, καὶ προσῄεσαν τῷ Σωτῆρι, παρακαλοῦντες καὶ λέγοντες· «Τί ἐστιν αὕτη ἡ παραβολή;» —(A f. 123, C f. 123). Ἀλλ' ἴδωμεν ποία τίς ἐστιν ἡ πρόφασις, δι' ἣν ἁρπάζεται τὰ ἐν ταῖς ὁδοῖς. Σκληρὰ καὶ ἀνήροτός ἐστι πᾶσά πως ὁδὸς, διὰ τὸ τοῖς ἁπάντων ὑποκεῖσθαι ποσὶ, καὶ οὐδὲν αὐταῖς ἐγχώννυται τῶν σπερμάτων. Οὐκοῦν ὅσοι τὸν νοῦν ἔχουσι σκληρὸν, οὐκ εἰσδύεται ἐν αὐτοῖς θεῖόν τι καὶ ἱερὸν νουθέτημα, δι' οὗ δύναται καρποφορεῖν τὰ εἰς ἀρετὴν αὐχήματα. Οὗτοι τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ αὐτῷ δὴ τῷ Σατανᾷ, πεπατημένη γεγόνασιν ὁδὸς, οὓς οὐκ ἔστι ποτὲ καρπῶν ἁγίων γενέσθαι τροφοὺς, στεῖραν καὶ ἄγονον ἔχοντας τὴν καρδίαν. Πάλιν εἰσί τινες ἀπεριεργάστως ἔχοντες τὴν πίστιν ἐν ἑαυτοῖς, ὡς ἐν ἁπλότητι λόγων. Οὗτοι ἄῤῥιζον ἔχουσι τὴν εὐσέβειαν· εἰσιόντες γὰρ ἐν ἐκκλησίαις, ἐπιγάννυνται μὲν τῷ πλήθει τῶν συναγηγερμένων, καὶ ἀσμένως προσίενται τὰς μυσταγωγίας· πλὴν οὐ κεκριμένως, ἀλλ' ἐξ ἐλαφρῶν θελημάτων. Ἀποφοιτήσαντες δὲ τῶν ἐκκλησιῶν, εἰς λήθην εὐθὺς ἀποφέρονται τῶν ἱερῶν μαθημάτων. Κἂν μὲν μὴ χειμάζηται τὰ Χριστιανῶν, σώζουσιν ἐκεῖνοι τὴν πίστιν· διωγμοῦ δὲ θορυβήσαντος, φυγάδα τὸν νοῦν ἔχουσι. Πρὸς οὓς ὁ προφήτης Ἱερεμίας φησίν· «Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας.» Μάλιστα μὲν γὰρ ἄμαχον ἔχει τὴν χεῖρα ὁ διασώζων Θεὸς, καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος· «Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Πλὴν εἰ γένοιτό πως καὶ τῆς εἰς Χριστὸν εὐσεβείας ὑπεραθλοῦντας παθεῖν, τότε πάντη τε καὶ πάντως ἐσόμεθα ζηλωτοί. Καὶ γοῦν, τοῖς ἁγίοις ἀποστόλοις ἔφασκεν ὁ Σωτήρ· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι,» καὶ τὰ ἑξῆς. Οὐ μόνοις δὲ λόγοις ταῦτα ἡμᾶς ἐξεπαίδευεν, ἀλλὰ καὶ ἔργοις. Τέθεικε γὰρ ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν, καὶ αἵματι τῷ ἰδίῳ κατεκτήσατο τὴν ὑπ' οὐρανόν. Ἐσμὲν τοιγαροῦν οὐχ ἑαυτῶν, τοῦ πριαμένου δὲ μᾶλλον καὶ διασώσαντος, καὶ αὐτῷ τὴν ἑαυτῶν ὀφείλομεν ζωήν. Ὡς γάρ φησιν ὁ θεσπέσιος Παῦλος, διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἴδωμεν δὲ καὶ τὰς ἀκάνθας αἷς ὁ θεῖος ἀποπνίγεται σπόρος. Τί πάλιν φησὶν ὁ Σωτήρ; Ἐνίησι μὲν οὖν αὐτὸς τὸν σπόρον, ὁ δὲ καί τοι ταῖς τῶν δεξαμένων ἐναπομείνας ψυχαῖς, καὶ οἷον ἀνασχὼν ἤδη καὶ ἐν ἀργαῖς τοῦ φαίνεσθαι διελάσας, ὑπὸ μεριμνῶν συμπνίγεται κοσμικῶν, καὶ καθά φησιν