Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.628
Not analysed yet
Ἱερεμίας, γίνεται δράγμα μὴ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. «Νεώσατε τοίνυν ἑαυτοῖς νεώματα, ἕτερος προφήτης φησὶ, καὶ μὴ σπείρητε ἐν ἀκάνθαις.» Οὐκοῦν ἵνα ὁ θεῖος ἡμῖν ἐξανθήσῃ σπόρος προαποβάλωμεν τῆς ἑαυτῶν διανοίας μερίμνας κοσμικάς. —(A f. 123 b, B f. 78 b) Εἴη δ' ἂν γῆ πίων καὶ εὔτοκος, ποιοῦσα καρπὸν ἑκατονταπλασίονα, ψυχαὶ καλαί τε καὶ ἀγαθαὶ, εἰς βάθος δεχόμεναι τὰ τοῦ λόγου σπέρματα, καὶ κατέχουσαι, καὶ γενναίως τρέφουσαι. Περὶ τῶν τοιούτων ἂν λέγοιτο καὶ μάλα δικαίως, τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἐγένεσθε ὑμεῖς γῆ θελητή.» «Ὅταν γὰρ εἰς νοῦν καθαρὸν τῶν παρενοχλεῖν εἰωθότων θεῖος ποτὲ λόγος κατενεχθῇ, τότε δίδωσι ῥίζαν εἰς βάθος, καὶ ἀστάχυος δίκην ἐπιπηδᾷ, καὶ τελεσφορεῖται καλῶς. Πλὴν ἐκεῖνο χρήσιμον οἶμαι χρηστομαθεῖν ἑλομένοις εἰπεῖν. Ὁ γάρ τοι Ματθαῖος αὐτὸ δὲ τουτὶ τὸ κεφάλαιον ἡμῖν ἐξηγούμενος, τὴν ἀγαθὴν ἔφη γῆν ἐκδοῦναι καρποὺς ἐν τρισὶ διαφοραῖς. Ἡ μὲν γὰρ, φησὶν, ἐποίησεν ἑκατὸν, ἡ δὲ ἐξήκοντα, ἡ δὲ τριάκοντα. Ἄθρει δὴ οὖν ὅπως τρεῖς ἔφη Χριστὸς εἶναι τὰς βλάβας, καὶ ὁμοίως ἰσαρίθμους αὐταῖς τὰς εὐδοκιμήσεις. Τὰ μὲν γὰρ εἰς τὴν ὁδὸν πίπτοντα τῶν σπερμάτων, ὑπὸ πτηνῶν διαρπάζεται· τὰ δὲ ἐν τοῖς πετρώδεσιν ἐξανθήσαντα μόνον, οὐκ εἰς μακρὰν ξηραίνεται. Τὰ δὲ ταῖς ἀκάνθαις, ἐναποπνίγεται. Γῆ δὲ ἡ θελητὴ καρποὺς ἀποτίκτει, τοὺς ἐν τρισὶν, ὡς ἔφην, διαφοραῖς, ἑκατὸν καὶ ἑξήκοντα, καὶ τριάκοντα· ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Οὐ γὰρ ἐν ἴσῳ μέτρῳ πάντη τε καὶ πάντως τὰς τῶν ἁγίων εὐδοκιμήσεις γεγενημένας εὑρίσκομεν. Πλὴν ζηλοῦν ἀναγκαῖον τὰ μείζονά τε καὶ ὑπερκείμενα τῶν χθαμαλωτέρων. Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν. (B f. 79 b) Ὁ διὰ τῆς Μωϋσέως νομοθεσίας εἰπὼν, «Τίμα τὴν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται·» ἡμῖν δὲ ἐπιτάξας καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν, ἆρα αὐτὸς ὠλιγώρει τῆς εἰς τὴν μητέρα τιμῆς, καὶ ἀπωθεῖται τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην; Οὐδαμῶς. Τί οὖν ἄρα διδάξαι βούλεται; Εἰς ὕψος αἴρει μέγα τὴν εἰς ἀνθρώπους ἀγάπην, οἵπερ ἂν ἐθέλοιεν τοῖς αὐτοῦ πείθεσθαι νόμοις· καὶ τὰς ἀνωτάτω τιμὰς ὀφείλειν ἡμῖν βούλεται, ὡς μητράσι καὶ ἀδελφοῖς. Εἰ γὰρ μητέρα καὶ ἀδελφοὺς αὐτοῦ εἶναί φησι τοὺς ἀκούοντας τὸν λόγον αὐτοῦ, καὶ ποιοῦντας αὐτὸν, πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς ἐκκεκριμένην καὶ ἀξιόληπτον χαρίζεται τὴν ἀγάπην τοῖς ἑπομένοις αὐτῷ; Οὕτω γὰρ ἦν πεῖσαι πάντας ἥκειν ἐπὶ τὸ βούλεσθαι τοῖς αὐτοῦ καταπείθεσθαι λόγοις. Αὐτὸς ἀνέβη εἰς πλοῖον, καὶ οἱ μαθηταὶ αὐτοῦ.