Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.645
Not analysed yet
ὕψος τὸ θαῦμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει, διὰ τρόπου παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ· βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. Ἕδρα δὲ καὶ τοῦτο δι' ἡμᾶς, οἰκονομικῶς· ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐδοκία. Ἵνα δὲ μάθωμεν ὅτι τραπέζης ἀρχόμενοι, καὶ μέλλοντες ἄρτον διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν, ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ' αὐτὸν καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς. —(B f. 90 b) Εἶτα ὅποι ποτὲ προέβη τὸ θαῦμα; Κατεκορέσθη πληθὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας, χωρὶς γυναικῶν καὶ παιδίων. Τοῦτο γὰρ ἕτερός τις τῶν ἁγίων εὐαγγελιστῶν τοῖς ἑαυτοῦ προσεπήνεγκε λόγοις. Καὶ οὐ μέχρι τούτου τὸ παράδοξον· ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα. Καὶ τί τὸ ἐντεῦθεν; Πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα, πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτισιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. Ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον. Ἀλλ' ἰδοὺ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως, οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν. Τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ. Ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; (A f. 135 b) Πρῶτον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων ἄξιον ἰδεῖν, τί τὸ κεκληκὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπὶ τοῦτο δραμεῖν, καὶ προτεῖναι τοῖς ἁγίοις ἀποστόλοις τὴν πεῦσιν, ἤγουν τὴν ἐρώτησιν. Οὐδὲν γὰρ ἔξω τοῦ καιροῦ καὶ τοῦ καθήκοντος λόγου, καὶ λαλεῖ καὶ ἐργάζεται. Τί οὖν ἆρα φαμέν; Ἔθρεψεν ἐν ἐρήμῳ τοὺς ὄχλους οὐκ εὐαριθμήτους ὄντας ἄρτοις πέντε, συνδιαθρύψας ἰχθύδια δύο· πεπλεόνακε δὲ οὔτως τὰ ἐκ μηδενὸς, ὥστε καὶ κλασμάτων ληφθῆναι κοφίνους δώδεκα. Κατεπλήττοντο τοίνυν ὁμοῦ τοῖς ὄχλοις οἱ μακάριοι μαθηταὶ καὶ Θεὸν ὄντα καὶ Θεοῦ Υἱὸν κατὰ ἀλήθειαν, δι' αὐτῶν τεθέανται τῶν κατωρθωμένων. Εἶτα τῶν ὄχλων ἀποφοιτήσας, καὶ γεγονὼς καταμόνας, εἰς προσευχὰς συνετείνετο, τύπον ἡμῖν ἑαυτὸν καὶ κατὰ τοῦτο τιθεὶς, μᾶλλον δὲ διδασκαλικῶν μαθημάτων εὐτεχνίαν διδάσκων τοὺς μαθητάς. Δεῖ γὰρ, οἶμαι, τοὺς λαῶν προεστηκότας, καὶ καθηγεῖσθαι λαχόντας τῶν αὐτοῦ θρεμμάτων, ἐν πράγμασιν ἀναγκαίοις εἶναι διὰ παντὸς, κἀκεῖνα δρῶντας ὁρᾶσθαι, τὰ ἐφ' οἷς ἥδηται Θεός. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Παῦλος· «Ἀδιαλείπτως προσεύχεσθε,» φησίν. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Σωτὴρ καὶ Κύριος, τύπον ἑαυτὸν, ὡς ἔφην, πολιτείας ἁγιοπρεποῦς ἐποιεῖτο τοῖς μαθηταῖς, καταμόνας προσευχόμενος μετὰ μόνων αὐτῶν. Ἀλλ' ἦν εἰκὸς θορυβεῖν τὸ πρᾶγμα τοὺς μαθητάς· ἑώρων γὰρ ἀνθρωπίνως εὐχόμενον, ὃν χθὲς τεθέανται θαυματουρ-