Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.648
Not analysed yet
γοῦντα θεοπρεπῶς· οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, ἐκεῖνό που τάχα πρὸς ἑαυτοὺς εἰπεῖν, τίνα τοῦτον εἶναι νομίσομεν; ἆρα Θεὸν, ἢ ἄνθρωπον, καὶ ὡς ἕνα τῶν καθ' ἡμᾶς ἤγουν τῶν ἁγίων προφητῶν; Θαυματουργεῖ μὲν γὰρ, ὡς Θεὸς, ἔστι δὲ ἀνάρμοστον αὐτῷ κατὰ φύσιν Θεῷ τὸ προσεύχεσθαι. Τίνος γὰρ ὅλως δεῖται Θεός; Ἵνα τοίνυν τὸν τῶν τοιούτων ἐννοιῶν ἀποσοβήσῃ θόρυβον, ποιεῖται τὴν πεῦσιν· οὐδὲν μὲν ἠγνοηκὼς τῶν περὶ αὐτοῦ θρυλλουμένων παρά γε τοῖς ἔξω· ἀποφέρων δὲ μᾶλλον τῆς τῶν πολλῶν ὑπονοίας, καὶ ὀρθὴν αὐτοῖς τὴν πίστιν ἐμφυτεῦσαι θέλων. «Τίνα δὴ οὖν, φησὶν, οἱ ὄχλοι με λέγουσιν εἶναι;» —(B f. 91, C f. 126 b) Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; Οὐκ εὐθὺς εἶπεν· «Ὑμεῖς τίνα με λέγετε εἶναι;» Ἀποφέρει δὲ μᾶλλον, ἐπὶ τὸν τῶν ἔξω θρύλλον· ἵν' ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. Εἰπόντων γὰρ τῶν μαθητῶν τὴν τοῦ ὄχλου δόξαν, ἔφη αὐτοῖς· «Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ὢ πῶς ἐξαίρετον τὸ, ὑμεῖς. Ἔξω τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν. Ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ παρ' ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, «τίνα με εἶναί φατε;» Προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τὰς φιλοθέους ἐρεύγεται φωνάς· ἀκριβῆ δὲ τῆς εἰς αὐτὸν πίστεως ὁμολογίαν ἐκφέρει, λέγων, Τὸν Χριστὸν τοῦ Θεοῦ. Ἀσφαλὴς ὁ μαθητής· οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι, τοῦ Θεοῦ τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ, ὡς ἀπό γε τοῦ κεχρῖσθαι παρὰ Θεοῦ, κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι' αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ χριστοῦ κλῆσιν ἐσχήκαμεν. Εἴρηται γοῦν διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν ἀρχαιοτέρων· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» Ἡμῶν δὲ πέρι διὰ φωνῆς Ἀββακούμ· «Ἐξῆλθες εἰς σωτήριαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου.» Οὐκοῦν πλεῖστοι μὲν οἱ χριστοὶ, κέκληνται δὲ οὕτως ἐπὶ τοῦ πράγματος· εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρός· οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν, καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ' ἑτέρου τινός· ἀλλ' ὡς αὐτοῦ καὶ μόνου, ἴδιον ἔχοντος Πατέρα, τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν ἐστιν ὅτι τῆς ἑτέρων πληθύος ὑπεξαίρων αὐτὸν, προσνενέμηκε τῷ Πατρὶ, ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἐλλάμψας ἐξαιρέτως ὁ μονογενὴς αὐτοῦ Λόγος, γέγονε σὰρξ, κατὰ τὸ γεγραμμένον· ἐκεῖνό γε μὴν ἀναγκαῖον εἰδέναι· ἐν γὰρ τῇ τοῦ Ματθαίου συγγραφῇ, τὸν μακάριον μαθητὴν εὑρήσομεν εἰπόντα· «Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ἐπιτεμὼν δὲ ὥσπερ