Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.668
Not analysed yet
τὴν φροντίδα. Ἀλλ' οὐδὲ τῆς σπουδῆς παρελκυσμόν τινα παρῆκε προσδέξασθαι, μηδὲ ἄχρι τοῦ τῶν συντυγχανόντων ἀσπασμοῦ συγχωρήσας ἀφέλκεσθαι· ὃ καὶ πάλαι ὑπὸ Ἐλισσαίου ἐλέγετο τῷ ἀποσταλέντι, εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν, καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν. Ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις· μηδὲ τοῦτο, φησὶν, ἐμπόδιον τοῦ κηρύγματος γένηται, ὁμιλίας ἐν μέσῳ παρεμπιπτούσης, καὶ βραδύτητος προφάσει φιλίας. Μηδεμία οὖν διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ. Ὑπέστρεψαν μετὰ χαρᾶς, κ. τ. λ. Ἐθεώρουν τὸν Σατανᾶν, κ. τ. λ. (B f. 102 b) Ἵνα γὰρ μὴ νομίζοιντο οἴκοθεν ἥκειν πρὸς τὸ κήρυγμα, ἐμαρτύρει ἡ δοθεῖσα αὐτοῖς τοῦ Πνεύματος χάρις· ἐπαγομένης γὰρ τῷ λόγῳ τῆς θεοσημείας, οὐδεὶς ἂν ἴσχυσεν κατ' αὐτῶν συκοφαντίας τρόπος. Ἔχαιρον ὡς ἀξιωθέντες θαυματουργεῖν, καὶ ὑποτάσσειν τὰ δαιμόνια. —(B f. 103) Τὸ ὡς ἀστραπὴν πεσεῖν, δηλοῖ τὸ ἐξ ὕψους αὐτὸν κατενεχθῆναι πρὸς γῆν, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς οἰκονομίας τοῦ Σωτῆρος κατεκράτησε τῆς ὑπ' οὐρανὸν, προσκυνηθεὶς σχεδὸν παρὰ πάντων· τότε δὲ πέπτωκεν ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, καὶ ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων· αὐτόν· τοῦτο γὰρ μηνύει τό· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων·» τοὺς δαίμονας, ὄφεις καὶ σκορπίους καλῶν. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν, κ. τ. λ. (A f. 137) Ἴδωμεν δὲ καὶ τοὺς λόγους, οὓς δι' ἡμᾶς ὑπὲρ ἡμῶν Χριστὸς ἐποιήσατο πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.» (B f. 103 b) Ἰδοὺ, φασὶν οἱ διεστραμμένοι τὸν νοῦν, χάριν ὁμολογεῖ τῷ Πατρί· πῶς οὖν οὐκ ἐλάττων αὐτοῦ; Καὶ τί τὸ κωλύον, ὦ βέλτιστοι, φαίη τις ἂν, τὸ ὁμοούσιον Υἱὸν ἀποδέχεσθαι, καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ Πατέρα, σώζοντα δι' αὐτοῦ τὴν ὑπ' οὐρανόν; Εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐλάττονα εἶναι, ἄκουσον τῶν ἑξῆς. Κύριον οὐρανοῦ καὶ γῆς τὸν ἑαυτοῦ καλεῖ Πατέρα· ὁ Υἱὸς δὲ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ, πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων, καὶ ἐπάνω πάντων ἐστὶν ὡς Θεὸς ἐκ Θεοῦ, καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς.