Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.669
Not analysed yet
(A f. 137 b. B f. 104) Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πατὴρ τὸ πρὸ τῆς τοῦ κόσμου καταβολῆς κεκρυμμένον καὶ σεσιγημένον παρ' αὐτῷ μυστήριον· δῆλον δὲ, ὅτι τὸ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς, ὃ προεγνώσθη μὲν πρὸ καταβολῆς κόσμου, πεφανέρωται δὲ τοῖς ἐπὶ γῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Γράφει γοῦν ὁ μακάριος Παῦλος, ὅτι «Ἐμοὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ. οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι.» Οὐκοῦν ἐν τῇ τοῦ Πατρὸς γνώσει ἐκέκρυπτο καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς, τὸ σεπτὸν καὶ μέγα τοῦ Σωτῆρος ἡμῶν μυστήριον· οὕτω καὶ ἡμεῖς προεγνώσθημεν καὶ προωρίσθημεν εἰς υἱοθεσίαν. Καὶ τοῦτο πάλιν ἡμᾶς ὁ σοφώτατος Παῦλος διδάξει γράφων· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν ἐπουρανίοις ἐν Χριστῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.» Ἡμῖν οὖν ἄρα τοῖς νηπίοις τὸ κεκρυμμένον καὶ σεσιγημένον ἐκ τῶν αἰώνων μυστήριον ἀπεκάλυψεν ὁ Πατήρ. Καί τοι πρὸ ἡμῶν πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες ἦσαν κατὰ τόνδε τὸν βίον ἄνδρες τό γε ἧκον ἐν λόγοις σοφοί· ἀλλ' ὡς ὁ Παῦλός φησιν, «Ἐματαιώθησαν ἐν διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν· ταύτης ἕνεκα τῆς αἰτίας, παρεδόθησαν εἰς ἀδόκιμον νοῦν, καὶ οὐκ ἐγνώρισεν αὐτοῖς τὸ μυστήριον.» Γέγραπται δὲ καὶ ἡμῖν· «Εἴ τις δοκεῖ ἐν τῷ κόσμῳ σοφὸς εἶναι, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γὰρ τοῦ κόσμου τούτου σοφία, μωρία παρὰ τῷ Θεῷ ἐστιν.» Οὐκοῦν ἀληθὲς εἰπεῖν, ὅτι ὁ ψιλὴν καὶ μόνην ἔχων τὴν τοῦ κόσμου σοφίαν, μωρός ἐστι καὶ ἀσύνετος παρὰ Θεῷ· ὁ δὲ μωρὸς εἶναι δοκῶν παρὰ τοῖς τοῦ κόσμου σοφοῖς, ἔχων δὲ εἰς νοῦν καὶ καρδίαν τῆς ἀληθοῦς θεοπτίας τὸ φῶς, οὗτος σοφός ἐστιν παρὰ τῷ Θεῷ. Οὐκοῦν τοῖς δοκοῦσιν εἶναι μωροῖς, ἤγουν ἄκακον καὶ νηπιάζουσαν ἐπὶ κακίᾳ τὴν διάνοιαν ἔχουσιν, ἀπεκάλυψεν ὁ Πατὴρ τὸν Υἱὸν, ἅτε δὴ καὶ προεγνωσμένοις καὶ προωρισμένοις εἰς υἱοθεσίαν. Οὐκ ἀπίθανον δὲ, ὥς γε οἶμαι, κἀκεῖνο τούτοις ἐπενεγκεῖν. Οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ